# Homiliae 216

Gregorius Palamas, Homiliae, 216. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/216
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/216

ἐν ἡμίν, ἁμαρτία πᾶν τὸ παρ´ ἡμῶν γινόμενον. Διὸ καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ φησὶν, ὅτι· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Καὶ τοῦτο γινώσκοντες οἱ ὡς ἀληθῶς ἐργαζόμενοι τὰς ἀρετὰς, ἰπ´ οὐδενὶ ἐπαίρονται κατορθώματι, ἀλλὰ ταπεινούμενοι δοξάζουσι τὸν Θεὸν, τὴν πηγὴν τῶν ἀρετῶν, ἐξ ἧς ἀγαθοδότιδος αὐγῆς πληροῦνται. Ὡς γὰρ ὁ ἀήρ ἐξ ἡλίου πληρούμενος φωτὸς, οὐ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν ἡλίου δόξαν τε καὶ λαμπρότητα δείκνυσιν ἡμῖν, οὕτως οἱ διὰ τῆς τῶν θείων ἐντολῶν ἐργασίας συναφθέντες τῷ Θεῷ εὐωδία Χριστοῦ κατὰ Παῦλόν εἰσι, καὶ ὀσμὴν Χριστοῦ ἔχουσι, καὶ τὰς ἀρετὰς καταγγέλλουσι του ἐκ σκότους καλέσαντος αὐτοὺς εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οὔτω μὲν οὖν διὰ τῆς πνευματικῆς διδασκαλίας ἡ τῶν μελλόντων ἐπίγνωσις ἡμῖν ἐγγίνεται, καὶ διὰ τῆς πρὸς τὴν οἰκείαν ἐκάστου ψυχὴν ἀληθινῆς ἀγάπης ὁ φόβος καὶ ὁ πόθος τούτων τοῖς πιστοῖς ἡμῖν κροσγίνεται, καὶ δι´ αὐτῶν ἡ πρὸς τὸν Θεὸν ἐκτενὴς καὶ συνεχὴς προσευχὴ καὶ δέησις, καὶ διὰ τῆς συνεχοῦς προσευχῆς ἡ πρὸς αὐτὸν ἀγάπη καὶ συνάφεια, καὶ διὰ τῆς συναφείας ταύτης πᾶσα ἀρετὴ γεννᾶται, συνεπαγομένη τὴν ταπείνωσιν, τῇ ἐπιγνώσει τοῦ ἐν ἡμῖν τίκτοντος τὰς ἀρετάς. Πῶς δὲ καὶ διὰ τῆς τοῦ σώματος ἀγάπης ἡ πρὸς τὸν κόσμον γίνεται φιλία, καὶ διὰ τῆς φιλίας ταύτης τὰ πονηρὰ πάθη, καὶ ἡ πληθὺς τῶν ἁμαρτημάτων φύεται; Ὡοπερ ἡ ψυχὴ τῆς μελλούσης ἡδονῆς ἐφίεται καθ´ ἐαυτὴν, οὕτω τὸ σῶμα τῆς παρούσης καὶ παραῤῥεούσης· ἡ δὲ τοιαύτη ἡδονὴ αἰσθητή τέ ἐστι, καὶ διὰ τῶν ἡμετέρων αἰσθήσεων ἐνεργεῖται, καὶ ἐκ τῶν αἰσθητῶν προσχίνεται, ἅ ἐστιν ὁ κόσμος· διὰ τοῦτο φιλόκοσμος ὁ φιλοσώματος. Ἐκ δὴ τῆς πρὸς τὸ σῶμα φιλίας ταύτης ἀμέτρως τάς κατὰ κόσμον ἡδονάς ποθοῦντες καὶ διώκοντες καὶ περιέποντες, τὴν πολύμορφον τῶν παθῶν ἑαυτοῖς περιτίθεμεν ἀσχημοσύνην. Ἐπεὶ γὰρ ἡ κατὰ κόσμον ἡδονὴ διλαίσθήσεων ἐνεργεῖται, πολλῶν οὐσῶν καὶ διαφόρων των ἡμετέρων αἰσθήσεων, πολλαί τε καὶ διάφοροι καὶ αἱ κατ´ αὐτὰς ἡδοναὶ, καὶ τὰ κατὰ ταύτας πάθη· ἄλλα μὲν γὰρ ὁράσεως, ἀκοῆς δὲ ἄλλα, καὶ ἄλλα τῆς ὀσφρήσεως, καὶ τῆς ἀφῆς πάλιν ἕτερα, καὶ ἕτερα τὰ τῆς γεύσεως. Τῶν μὲν οὖν κατὰ τὴν γεῦσιν πονηρῶν παθῶν οὐχ ἡ τροφὴ αἰτία, ἀλλ´ ἡ ἀμετρία ταύτης, ὅ ἐστι τρυφή· ταῦτα δέ ἐστι γαστριμαργία, λαιμαργία, καὶ πολυποσία καὶ μέθη· γαστὴρ δὲ ὑποδεχομένη τὰ ἐκ τῆς γεύσεως ἀκρατῶς, καὶ πρὸς τὰ ἔξω περιττῶς ἐκδιδοῦσα διὰ τῆς πέψεως, τῇ ἁῴῇ δαψιλῆ χορηγεῖ τῆς κακίας τὴν ὕλην, οἷόν τις βδελυρὰ δεξαμενὴ βδελυροὺς ἀναδιδοῦσα κρουνοὺς, δι´ ὧν συνίσταται τὰ ὑπογάστρια πάθη, πορνεία μοι. χεία, ἀκολασία, ἀσέλγεια, καὶ πᾶσα ἡ τῆς σαρκὸς ἀκαθαρσία. Ταῦτα δὲ καὶ τὴν ἀκοὴν καὶ τὴν ὅρασιν καὶ τὴν ὄσφρησιν καταδουλωσάμενα, ποθεινὰ καθίστησι τὰ μυσαρὰ, τὰ ῥήματα τὰ αἰσχρὰ, τὰ ἄσματα τὰ πορνικὰ, τὰ χορεύματα τὰ σατανικὰ, τὰς ἐπατρίμματα,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
