# Homiliae 22

Gregorius Palamas, Homiliae, 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/22

ζητῶν τὸν ἔχοντα παρὰ Θεοῦ τῆς διδασκαλίας τὸ χάρισμα· καν εὕρῃ, μετ´ εὐφροσύνης τρέφεται τὸν ἄρτον τῆς πνευματικῆς ζωῆς, ὅς ἐστιν ὁ σωτήριος λόγος, οὗ μηδὲ ἀποτυχεῖν ἔστι τὸν εἰς τέλος ζητοῦντα· «Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται,» εἶπεν ὁ Χριστός. Ἀλλ´ εἰσί τινες, οἶ τῇ πολυημέρῳ κατὰ νοῦν ἀτροφίᾳ καὶ τὴν τοῦ τρέφεσθαι ὄρεξιν ἀπεβάλοντο· διὸ οὐδὲ τῆς ζημίας λαμβάνουσιν αἴσθησιν, κἂν ἔχωσι τὸν διδάσκοντα, καὶ πρὸς αὐτὴν τὴν τῆς διδασκαλίας ἀκρόασιν δυσχεραίνουσι· κἂν μὴ ἔχωσιν, οὐ ζητοῦσι τὸν διδάξοντα, τοῦ ἀσώτου πολὺ ἁμαρτωλότερον ἄγοντες βίον. Ἐκεῖνος γὰρ εἰ καὶ ἐστερήθη μακρυνθεὶς τοῦ κοινοῦ τροφέως καὶ πατρὸς καὶ δεσπότου, ἀλλὰ λιμῷ περιέπεσεν ἰσχυρῷ, καὶ τῆς στερήσεως ἐπαισθόμενος, μετενόησε καὶ ἐπανῆλθεν. καὶ ἐπεζήτησε, καὶ πάλιν ἔτυχε τῆς θείας καὶ ἀκηράτου τροφῆς, καὶ τοσοῦτον ἀπήλαυσε διὰ τῆς μετανοίας τῶν τοῦ Πνεύματος χαρισμάτων, ὡς καὶ ἐπίφθονον αὐτὸν γενέσθαι τοῦ πλούτου. Μᾶλλον δὲ ἀναλαβόντες ἄνωθεν διατρανώσωμεν πρὸς τὴν ὑμετέραν ἀγάπην τὴν ἐν Εὐαγγελίοις ταύτην τοῦ Κυρίου παραβολήν· ἐπεὶ καὶ σήμερον ἔθος ἀναγινώσκεσθαι ταύτην ἐπ ἐκκλησίας, «Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς.» Ἑαυτὸν ἄνθρωπον παραβολικῶς ἐνταῦθά φησιν ὁ Κύριο, καὶ θαυμαστὸν οὐδέν. Εἰ γὰρ ἀληθῶς ἄνθρωπος ἐγένετο διὰ τὴν ἡμετέραν σωτηρίαν, τί θαυμαστὸν, εἰ ὡς ἀνθρώπων ἔνα προτίθησιν ἑαυτὸν διὰ τὴν ἡμετέραν ὡφέλειαν, ὁ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεὶ κηδεμὼν, ὡς ἀμφοτέρων δεσπότης καὶ ποιητής; ὅς μόνος ἀγάπης εἰς ἡμᾶς ἔργα καὶ καδεμονίας ὑπερβαλλούσης καὶ πρὸ τοῦ γενέσθαι ἡμᾶς ἀπεδείξατο· πρὸ ἡμων γὰρ βασιλείας ἡμῖν ἡτοίμασε κληρονομίαν αἰώνιον, ὡς αὐτός φησιν, ἀπὸ καταβολῆς κόσμου. Πρὸ ἡμων ὑπὲρ ἡμων τοὺς ἀγγέλους ἐποίησε διακόνους ἀποστελλομένους, ὡς ὁ Ἰασλος φησὶ, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πρὸ ἡμων δι´ ἡμᾶς παντὶ τῳ αἰσθητῷ τούτῳ κόσμῳ τὸν οὐρανὸν περιέτεινεν οἱόν τινα σκηνὴν ἄπασι κοινὴν καὶ ὁμότιμον ἀνεγείρας ἡμῖν ἐν τῇ παροδικῇ ζωῇ ταύτῃ, τὸν αὐτὸν ἀκίνητον καὶ πολυκίνητον, ὡς ἂν ἀντιῤῥόπως κινούμενος αὐτὸς ἑαυτὸν κατὰ χώραν ἐπέχῃ· ἀεὶ δὲ κινούμενον ἐν ἑαυτῷ καὶ τὴν πληθὺν τῶν ἄστρων συμπεριφέροντα, ἵν´ ἡμεῖς ὀμοῦ τε διδασκώμεθα τὸ παροδικὸν τῆς ἡμετέρας ζωῆς, καὶ πάντων ἀπολαύωμεν τῶν κατ´ αὐτὸν, ἄλλοτε ἄλλων ὑπὲρ κεφαλῆς ἡμων γενομένων. Δι´ ἡμᾶς πρὸ ἡμων τὸν μέγαν ἐποίησε φωστῆρα εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν ἐλάσσω εἰς ἀρχας τῆς νυκτός· καὶ ἔθετο αὐτούς τε καὶ τοὺς ἄλλους ἀστέρας εν τῷ στερεώματι, συγκινουμένους καὶ ἀντικινουμένους αὐτῷ, συνιόντας τε καὶ παραλλάσσοντας πολυειδῶς, ἵν´ ὧσιν ἡμῖν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς· ὡν οὐδενός χρῄζει οὕτε ἡ νοερὰ φύσις ὑπὲρ αἴσθησιν οὖσα. οὕτε ἡ τῶν ἀλόγων ζώων

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
