# Homiliae 223

Gregorius Palamas, Homiliae, 223. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/223
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/223

ὡς Θεὸς, καὶ οὐ χρεία τοῖς θεοειδέσιν ἐν τῇ θεοπτία φωτὸς ἑτέρου· τοῖς γὰρ ἀιδίοις αὐτός ἐστι φῶς οὐκ ἄλλο· τί γὰρ δεῖ φωτὸς διυτέρου τοίς τὸ μέγιστον ἔχουσιν; Ἐν τῷ προσεύχεσθαι δὲ οὕτως ἔλαμψε, καὶ ἀνεκάλυψεν ἀποῤῥήτως τοῖς τῶν μαθητῶν ἐκκρ τοις τὸ ἀπόῤῥητον ἐκεῖνο φῶς, τῶν ἄκρων προφητῶν συνόντων, ἵνα δείξῃ πρόξενον οὐσαν τὴν προσευχὴν τῆς μακαρίας ἐκεῖνης θέας, καὶ μάθωμεν, ὅτι διὰ τῆς πρὸς Θεὸν κατ´ ἀρετὴν ἐγγύτητος, καὶ τῆς πρὸς αὐτὸν κατὰ νοῦν ἑνώσεω, ἡ λαμπρότης ἐγγίνεται καὶ ἀναφαίνεται ἐκείνη, πᾶσι διδομένη τε καὶ ὁρωμένη, τοῖς δι´ ἀγαθοεργίας ἀκριβοῦς, καὶ διὰ προσευχῆς εἰλικρινοῦς ἀνατεινομένοις ἀδιαλείπτως πρὸς Θεόν. Κάλλος γὰρ, φησιν, ἀληθινὸν καὶ ἐρασμιώτατον μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητὸν τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστὶν, οὗ ὁ ἐνατενίσας ταῖς μαρμαργαῖς καὶ ταῖς χάρισι μεταλαμβάνει τι ἀπ´ αὐτοῦ, ὥσπερ αἴγλην τινὰ ἀνθηρὰν, εἰς τὴν οἰκείαν ὄψιν ν ἀναχρωννύμενος· ὅθεν καὶ Μωϋσῆς ἐν τῷ ὁμιλεῖν Θεῷ ἐδοξάσθη τὸ πρόσωπον. Ὁρᾶτε ὅτι καὶ Μωῦσῆς μετεμορφώθη ἀναβὰς εἰς τὸ ὄρος, καὶ οὕτως εἶδε τὴν δόξαν Κυρίου; Ἀλλ´ ἔπαθε τὴν μεταμόρφωσιν, οὐκ ἐνήργησε· κατὰ τὸν λέγοντα, Εἰς τοῦτο μὲ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οἴκοθεν εἶχε τὴν λαμπρότητα ἐκείνην· διὸ οὐδὲ προσευχῆς αὐτὸς ἐδεῖτο, θείῳ φωτὶ λαμπρυνούσης τὸ σῶμα, ἀλλ´ ὅθεν τοῖς ἁγίοις ἡ λαμπρότης τοῦ Θεοῦ προσγενήσεται, καὶ ὅπως αὐτοῖς ὀφθήσεται ὑπεδείκνυ· λάμψουσι γαρ καὶ οἱ δίκαιοι ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν, καὶ οὕτω φῶς ὅλοι γεγονότες θεῖον, ὡς θεοῦ φωτὸς γεννήματα, τὸν θείως ἀποῤῥήτως ὑπερλάμποντα ὄψονται Χριστὸν, οὗ ἐκ τῆς θεότητος ἡ δόξα φυσικῶς προῖοῦσα, κοινὴ καὶ τοῦ σώματο ἐν Θαβὼρ ἐδείκνυτο, διὰ τὸ ἑνιαῖον τῆς ὑποστάσεως. Οὕτω καὶ διὰ τοιούτου φωτὸς τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος ἔλαμψεν. Οἱ δὲ τὸν Ἔλληνα λόγον καὶ τὴν τοῦ κόσμου τούτου σοφίαν ἐφ´ ἡμῶν αὐχοῦντες, καὶ τοῖς πνευματικοῖς ἀνδράσιν ἐπὶ τῶν τοῦ Πνεύματος λόγων μὴ πειθαρχεῖν ὅλως, ἀλλὰ καὶ ἀνταί. ρειν προῃρημένοι, φῶς ΧΘἍ ἀκούοντες τῆς ἐπ´ ὄροις τοῦ Κυρίου μεταμορφώσεως, τὸ τοῖς ἀποστολικοῖς ὀφθαλμοῖς ἑωραμένον, εἰς τὸ αἰσθητὸν εὐθὺς καὶ κτιστὸν κατάγονται φῶς, καὶ κατασπῶσιν εἰς τοῦτο τὸ ἄῦλον καὶ ἀνέσπερον καὶ ἀίδιον καὶ μὴ μόνον ὑπὲρ αἴσθησιν, ἀλλὰ καὶ ὑπὲρ νοῦν ἐκεῖνο φῶς. αὐτοὺ κάτω κείμενοι, καὶ μηδὲν ὑπὲρ τὰ πρόσγεια νοεῖν δυνάμενοι· καίτοι αὐτὸς ὁ κατὰ τοῦτο λάμψας ἄκτιστον ὃν προαπέδειξεν αὐτὸ, βασιλείαν τοῦτο καλέσας τοῦ Θεοῦ· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ δούλη καὶ κτιστή· μανη γάρ πάντων ἀβασίλευτος καὶ ἀήττητος, καὶ χρόνου παντὸς καὶ αἰώνος ἐπακεινα· καὶ οὐ θέμις, φησὶν, ἦρχθαι ἢ φθάνεσθαι ὑπὸ αἰώνων ἢ χρόνων τὴν τοῦ Θεοῦ βασιλείαν. Ταύτην δὲ πιστεύομεν εἰναι τὴν τῶν σωζομένων κληρονοἘπεὶ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
