# Homiliae 224.1-16

Gregorius Palamas, Homiliae, 224.1 to 224.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/224.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/224.1

δὲ καὶ μεταμορφωθεὶς ὁ Κύριος ἔλαμψε, καὶ τὴν δίξαν καὶ τὴν λαμποότητα καὶ τὸ φῶς ἔδειξεν ἐκεῖνο. καὶ ἤξει πάλιν οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, ἅρα προσελάβετό τι φῶς, καὶ εἰς τοὺς αἰῶνας ἕξει, ὃ πρότερον οὐκ εἶχεν; Ἄπαγε τῆς βλασφημίας· ὁ γὰρ τοῦτο λέγων τρεῖς φύσεις ἐπὶ τοῦ Χριστοῦ δοξάσει, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ τὴν τοῦ φωτὸς ἐκείνου· τοιγαροῦν οὐχ ἑτέραν, ἀλλ´ ἣν εἶχεν ἀφανῶς λαμπρότητα ταύτην ἐφανέρωσεν. Εἰχ ε δὲ ὑπὸ τὴν σάρκα κεκρυμμένην τὴν λαμπρότητα τῆς φύσεως τῆς θείας· οὐκοῦν τῆς θεότητός ἐστι τὸ φῶς ἐκεῖνο, καὶ ἄκτιστόν ἐστιν· ἐπεὶ καὶ μετεμορφώθη Χριστὸς κατὰ τοὺς θεολόγους, οὐχ ὃούκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλόμενος, ἀλλ´ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα, καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. Ὁρᾷς ὅτι πρὸς τὸ φῶς ἐκεῖνο τυφλοί εἰσιν οἱ κατὰ φύσιν ὁρῶντες ὀφθαλμοί; Οὐκοῦν οὐδὲ τὸ φῶς ἐκεῖνο αἰσθητὸν, οὐδὲ οἱ ὁρῶντες αἰσθητικοῖς ἁπλῶς ἑώρων ὀφθαλμοῖς, ἀλλὰ μετασκευασθεῖσι τῇ δυνάμει τοῦ θείου Πνεύματος. Ἐνηλλάγησαν οὖν, καὶ οὕτω τὴν ἐναλλαγὴν εἶδον, οὐχ ἣν ἀρτίως, ἀλλ´ ἡν ἐξ αὐτῆς τῆς προσλήψεως ἔλαβε τὸ ἡμέτερον φύραμα, θεωθὲν τῇ ἑνώσει τοῦ Λόγου τοῦ Θεοῦ. Ἐντεῦθεν καὶ ἡ ἐν παρθενίᾳ συλλαβοῦσά τε καὶ τεκοῦσα ξένως τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Θεὸν ἐπέγνω· καὶ Συμεὼν ὡς βρέφος τοῦτον μετὰ χεῖρας λαβὼν, καὶ ἡ πρεσβῦτις Ἄννα προσυπαντήσασα· διεφαίνετο γὰρ οἶον δι´ ὑαλίνων ὑμένωων ἡ θεία δύναμις διαυγάζουσα τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας κεκαθαρμένους. ωναι ὧλῖῃ νεῖἱ μει ἰρρε ΠΙαε νῆιοοε ἀἰνίυα νίιλωε, ἱΙε ΠΗφοε αο ἰιααε, υΓΙος οοτίφ ΠΩΩΙαὺοιοΩ Τί δὲ καὶ τῶν ἄλλων ἀπολαμβάνει τοὺς κορυφαίους, καὶ ἀνάγει τούτους, καὶ κατ´ ἰδίαν μόνους; Ἵνα τι πάντως ὑποδείξῃ μέγα τε καὶ μυστικόν.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
