# Homiliae 225

Gregorius Palamas, Homiliae, 225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/225
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/225

τὸ σῶμα, ἀντὶ δὲ φωτὸς τὴν ἐκφανεῖσαν ἐπ´ ὄρους τοῖς συναναβᾶσι δόξαν τῆς θεότητος; Ἀλλὰ καὶ περὶ τῶν ἐνοικούντων τῇ πόλει ἐκείνῃ ὁ αὐτός φησιν, ὥς «Οὐχ ἕξουσι χρείαν φωτὸς λύχνου, καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτίσει ἐπ´ αὐτοὺς, καὶ νὺξ οὐκ ἔσται ἔτι.» Τί οὖν τὸ φῶς τοῦτο, παρ´ ᾧ οὐκ ἔστι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα; Τί τὸ ἄτρεπτον καὶ ἀνέσπερον τοῦτο φῶς; ἄρ´ οὐ τῆς θεότητος; Ἀλλὰ καὶ ὁ Μωϋσῆς καὶ ὁ Ὡλίας, καὶ μάλιστα δ Μωϋσῆς ψυχὴ ὑπάρχων οὐκ ἐνσώματος, πῶς ὥφθησαν καὶ ἐδοξάσθησαν δι´ αἰσθητοῦ φωτός; καὶ οὗτοι γὰρ ὀφθέντες ἐν δόξῃ τηνικαῦτα ἔλεγον τὴν ἔξοδον, ἢν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ. Πῶς δὲ καὶ ἐπέγνωσαν οὓς οὔπω πρότερον εἶδον οἱ ἀπόστολοι, εἰ μὴ τῇ ἀποκαλυπτικῇ δυνάμει τοῦ φωτὸς ἐκείνου; εμΠ. αΟρ οΗΟἰοιΓωε εΓαι ἰ ψετεαίει.νΟωοοο νειο οἷαι Αφηονειυλὲ ροριοῆ, ϛοε ΠΠ μα ΔΙΦ νίΔειαηι, Πρὶ εἶυε λῖίε οοοΙα ιοροῖ νὴ? Ἀλλ´ ἵνα μὴ κατατείνωμεν ὑμῶν ἐπὶ πολὺ τὴν δάνοιαν, τὰ μὲν ὑπόλοιπα τῶν εὐαγγελικῶν ῥημάτων ἐπὶ τοῦ καιροῦ ταμιευσόμεθα τῆς πανιέρου καὶ θείας ἱερουργίας· πιστεύοντες δέ, ὡς ἐδιδάχθημεν παρὰ τῶν ὑπὸ τοῦ Χριστοῦ φωτισθέντων, ἅτε μόνων ἀκριβῶς εἰδότων. Τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς, φησί, διὰ τοῦ Προφήτου ὁ Θεός. [Καλῶς οὖν πιστεύοντες ὡς ἐδιδόχθημεν, καὶ τοῦ μυστηρίου συνιέντες τῆς τοῦ Κυρίου μεταμορφώσεως, ὁδεύσωμεν πρὸς τὴν λάμψιν τοῦ φωτὸς ἐκείνου· καὶ τοῦ κάλλους ἐρασθέντες τῆς ἀναλλοιώτου δόξης, τὸ ὄμμα τῆς διανοίας τῶν γηδνων μολυσμῶν ἐκκαθάρωμεν, πᾶν περιφρονοῦντες τερπνὸν καὶ περικαλλὲς, ὃ μὴ μόνιμον, ὃ κἂν ἡδὺ δοκῇ, ἀλλ´ ὀδύνην προξενεῖ τὴν αἰώνιον, κἂν ὥραν φέρη τῷ σώματι, ἀλλὰ τῇ ψυχῆ περιβάλλει τὸν δυσειδῆ χιτῶνα τῆς ἁμαρτίας ἐκεῖνον, δι´ ὃν δεθεὶς χεῖρας καὶ πόδας ὁ μὴ τὸ ἔνδυμα τῆς ἀφθάρτου συναφείας ἔχων, εἰς τὸ πῦρ ἐκεῖνο καὶ τὸ σκότος ἐξάγεται τὸ ἐξώτερον· οὗ ῥυσθείημεν ἅπαντες ἐλλάμψει καὶ ἐπιγνώσει τοῦ ἀὐλου καὶ ἀῦδίου φωτὸς τῆς τοῦ Κυρίου μεταμορφώσεως, εἰς δόξαν αὐτοῦ καὶ τοῦ ἀνάρχου αὐτοῦ Πατρὸς, καὶ τοῦ ζωοποιοῦ Πνεύματος, ὧν μία καὶ ἡ αὐτὴ λαμπρότης τε καὶ θεότης καὶ δόξα καὶ βασιλεία καὶ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΑΕʹ. Εἰς τὴν αὐτὴν τοῦ Κυρίου Μεταμόρφωσιν· ἐν ᾗ παράστασις, ὡς εἰ καὶ ἄκτιστόν ἐστι τὸ κατ´ Καύτὴν θειότατον φῶς, ἀλλ οὐκ ἔστιν οὐσία τΟυ Θεου. Ἡσαίας ὁ προφήτης περὶ τοῦ Εὐαγγελίου προηγόρευσεν, ὅτι «Λόγον συντετμημένον δώσει Κύριος ἐπὶ τῆς γῆς.» Συντετμημένος δέ ἐστι λόγος ὁ ῥήμασιν ὀλίγοις πολλὴν διάνοιαν ἐμπεριέχων. Οὐκοῦν ἀναθμωρήσωμεν τὰ προτεθεωρημένα σήμερον τῶν εὐαγγελικῶν ῥημάτων, καὶ τὰ λείποντα προσθῶμεν, ἵν´ ἐμφορηθῶμεν ἔτι τῆς ἐναποκειμένης ἀκηράτου διονο ας, καὶ τῆς θείας. ὅλοι κατοχῆς ἦΘΞ ενώμεθα.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
