# Homiliae 231

Gregorius Palamas, Homiliae, 231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/231
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/231

αντοκρότορος ἀντιφθεγξάωενος, ὡς Εἰ καὶ περὶ τοῦ Μωϋσέως ὁ λόγος ἦν, οὐδ´ οὕτω ἤνεγκα ἂν τὸν τοῦ οῦτον λόγον. Κοινὴ μὲν οὖν καὶ μία ἡ δόξα καὶ ἡ βασιλεία καὶ ἡ λαμπρότης αὕτη τοῦ τε Θεοῦ καὶ τῶν αὐτοῦ ἀγίων· διὸ καὶ, «Ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἐφ´ ἡμᾶς,» ὁ ψαλμῳδὸς Προφήτης ψάλλει· κοινὴν δὲ καὶ μίαν εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ καὶ τῶν ἀγίων οὐδείς πω μέχρι καὶ νῦν ἐτόλμησεν εἰπεῖν Καὶ κοινὴ μὲν τῆς τοῦ Λόγου θεότητος καὶ τῆς σαρκὸς ἐπὶ τοῦ ὄρους ἡ θεία λαμπρότης ἀρτίως ἀνεφάνη, κοινὴν δὲ εἶναι τὴν οὐσίαν τῆς θεότητος καὶ τῆς σαρκὸς Εὐτυχοῦς ἐστι καὶ Διοσκόρου λέγειν, ἀλλ´ οὐ τῶν ἐθελόντων εὐσεβεῖν. Καὶ τὴν μὲν δόξαν ταύτην καὶ λαμπρότητα πάντες ὄψονται, ἡνίκα ὁ Κύριος ἀπὸ ἀνατολῶν ἕως δυσμῶν φανεῖται λάμπων· ἑωράκασι δὲ καὶ νῦν οἱ τῷ Ἰησοῦ συναναβάντες· οὐδεὶς δὲ ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Θεοῦ, καὶ Θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε. Καὶ τὸ μὲν θεῖον τοῦτο φῶς μέτρῳ δίδοται, καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται, κατὰ τὴν ἀξίαν τῶν ὑποδεχομένων ὧμερίστως μεριζόμενον, καὶ ἡ παράστασις ἐγγύς· τὸ μὲν γὰρ πρόσωπον τοῦ Κυρίου ὑπὲρ ἥλιον ἔλαμψε, τὰ δὲ ἱμάτια λαμπρὰ γέγονε καὶ λευκὰ ὡσεὶ χιών. Καὶ Μωσῆς δὲ καὶ Ἡλίας ἐν τῇ αὐτῇ ὥφθησαν δόξῃ. ἀλλ´ οὐδεὶς αὐτῶν τηνικαῦτα ὡς ἥλιος ἤστραπτε· καὶ αὐτοὶ δὲ οἱ μαθηταὶ τὸ μέν εἰδον τοῦ φωτὸς ἐκείνου, τῷ δὲ ἀτενίζειν οὐκ ἠδυνήθησαν. Μετρεῖται μὲν οὖν οὕτω καὶ μερίζεται ἀμερίστως, καὶ τὸ μᾶλλον καὶ ἦττον ἐπιδέχεται τὸ φῶς ἐκεῖνο· καὶ τὸ μὲν αὐτοῦ νῦν, τὸ δ´ ὕστερον γνωρίζεται· διὸ καὶ Παῦλος ὁ θεῖος, «Νῦν, φησὶν, ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.» Ἀμερὴς δέ ἐστι παντάπασι καὶ ἄληπτος ἡ τοῦ Θεοῦ οὐσία, καὶ τὸ μᾶλλον καὶ ἧττον οὐδεμία τῶν οὐσιῶν ἐπιδέχεται· ἄλλως τε καὶ τῶν καταράτων Μεσσαλιανῶν ἐστιν ὁρᾶσθαι οἴεσθαι τὴν οὐσίαν τοῦ Θεοῦ τοῖς κατ´ αὐτοὺς ἀξίοις. Ἡμεῖς δὲ καὶ τοὺς πάλαι καὶ τοὺς νυν κακοδόξους ἐκτρεπόμενοι, βασιλείαν καὶ δόξαν καὶ λαμπρότητα, καὶ φῶς ἀπόῤῥητον καὶ χάριν θείαν, ἀλλ´ οὐ τὴν τοῦ Θεοῦ οὐσίαν ὁρᾷν καὶ κοινωνεῖν τοὺς ἁγίους πιστεύοντες ὡς ἐδιδάχθημεν, ὁδεύσωμεν πρὸς τὴν λάμψιν τοῦ φωτὸς τῆς χάριτος, ἵν´ ἐπιγνῶμέν τε καὶ σεφθῶμεν τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, ἀπόῤῥητον αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως· καὶ τὸ ὄμμα τῆς διανοίας ἀνατείνωμεν πρὸς τὸν μετὰ σώματος νῦν ὑπὲρ τὰς οὐρανίους ἁψῖδας ἱδρυμένον Λόγον· ὃς ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθήμενος θεοπρεπῶς, οἷον ἐξ ἀπόπτου φωνὴν ταύτην πρὸς ἡμᾶς ἀφίησιν· Εἴ τις ἐθέλει παραστῆναι τῇ δόξη ταύτῃ, μιμείσθω κατὰ τὸ ἐγχωροῦν, καὶ ὁδευέτω τὴν ἐμὴν ἐπὶ γῆς ἣν ὁδὸν καὶ πολιτείαν ὑπέδειξα. Θεώμεθα τοιγαροῦν τοῖς ἔνδον ὀφθαλμοῖς τὸ μέγα θέαμα τοῦτο, τὴν ἡμετέραν φύσιν, ἄθλῳ συνδιαιωνίζουσαν θεότητος πυρί· καὶ τοὺς δερματίνους χιτῶνας, οὓς ἐκ παραβάσεως

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
