# Homiliae 234

Gregorius Palamas, Homiliae, 234. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/234
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/234

οὐ μὴ καταδικασθῆτε.» Καὶ, «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις (ΟΒ τὰ παραπτώματα αὐτων, οὐδὲ ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Ὥσπερ δὲ ἐν ἐκείνῳ τῷ μέρει τῆς ἐλεημοσύνης παραινετικοῖς τε ἐχρήσατο λόγοις, καὶ διὰ τῶν πραγμάτων αὐτῶν προετρέψατο, ποιμένα καὶ βασιλέα ἑαυτὸν προκαθίσας, οὕτω καὶ ἐπὶ τῆς ἀνεξικα ιἴα καὶ εἰς τοὺς πταίοντας συμπαθείας οὐ μόνον εἶπεν οἷα προὐπεδείξαμεν, ἀλλὰ καὶ παραβολὴν προσέθηκε καὶ προέθηκε τὴν σήμερον ἀναγινωσκομένην ὑμῖν ἐν τῷ Εὐαγγελίῳ· «Ὡμοιώθη, λέγων, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπω βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῶ εἶς ὀφειλέτης μυρίων ταλάντων.» Ἐνταῦθα ὡς ἄνθρωπον βασιλέα τὸν ἑαυτοῦ Γατέρα φησίν, ὥσπερ ἐν τοῖς περὶ συντελείας λόγοις ἑαυτόν. Εἰ δὲ καὶ ἀνθρώπῳ φησὶν ὁμοιωθῆναι, ἀλλὰ παραβολικῶς. Οὗτος δὲ οὐ παραβολικῶς ὡμοιώθη, ἀλλ´ ὡς ἀληθῶς καθ´ ἡμᾶς ἐγένετο ἄνθρωπος· εἶς μὲν γὰρ ὁ θρόνος, καὶ μία ἡ βασιλεία τοῦ Υἱοῦ καὶ τοῦ Πατρός· ἀλλ´ ἐπειδήπερ εἶπεν ἐπ´ ἐκείνων τῶν ὑπὲρ τῆς εἰς τὸν πλησίον εὐποιίας ῥημάτων, «Ἐπείνασα καὶ ἐδίψησα,» καὶ τὰ ἑξῆς, καὶ ἀδελφοὺς ἐκάλεσε τοὺς ἐνδεεῖς, πρὸς δὲ καὶ ἕτερα ἅπερ ἐστὶ τῆς αὐτοῦ ἐντνθρωπήσεως ἵδια. διὰ τοῦτο ἑαυτὸν ἐκεῖ ὡς βασιλέα προκαθσθαί φησι. Κἀκεῖ μὲν, ἐπειδὴ προβάτων καὶ ἐρίφων παραβολικῶς ἐμνήσθη, ὡς βασι λέα καὶ ποιμένα ἑαυτὸν προκαθίζει, ἐνταῦθα δὲ, ἐπεὶ δούλων καὶ λογισμοῦ καὶ χρημάτων τῶν ὡς ἐκ βασιλικῶν θησαυρῶν ἐμνήσθη, ὡς βασιλέα προκαθῆσθαι τὸν ἑαυτοῦ Πατέρα φησὶ, συναίροντα λόγον, καὶ τὰς ὀφειλὰς ἀπαιτοῦντα. Διὰ τί δὲ ἐκεῖ μὲν, καθίσει, φησὶ, καὶ συναχθήσονται, καὶ ἀφοριεῖ, καὶ ἐρεῖ ὁ βασιλεὺ;, καὶ ἁπλῶς ἅπαντα μελλούσης σημασίας, ἐνταῦθα δέ, Ὡμοιώθη, καὶ ἠθέλησε συνᾶραι λόγον, καὶ ἤχθη ὁ ὀφειλέτης, καὶ ἐκέλευσεν ὁ Κύβιος. καὶ ἁπλῶς ἅπαντα τὰ ῥήματα παρελθόντα προσημαίνοντα χρόνον ἐστίν; Ὅτι τὰ ἐκεῖ λεγόμενα πάντα τοῦ μέλλοντός ἐστιν αἰῶνος· τῆς δὲ νῦν ἡμῖν προτεθειμένης παραβολῆς τὸ πλέον ἐνταῦθα μάλιστα τελεῖται. Τοῦ γὰρ ὀφειλέτου, φησί, τῶν μυρίων ταλάντων προσενεχθέντος, καὶ μὴ ἔχοντος ἀποδοῦναι, «Ἐκέλευσε μὲν ὁ Κύριος αὐτὸν πραθῆναι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ καὶ πάντα δσα εἶχε, καὶ ἀποδοίῆναι·» ὡς δὲ ἐκεῖνος προσπεσὼν, βτει μακροθυμεῖν, καὶ ἀποδώσειν ὑπισχνεῖτο, σπλαγννεσθεὶς ὁ Κύριος, αὐτόν τε ἀπέλυσε καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ· ὧν οὐδέν ἐστιν ἐπὶ τοῦ μέλλοντος αἰῶνος· οὐχ ὑπέρθεσις, οὐχ ὑπόσχεσις παρὰ τοῦ ὀφείλοντος, οὐ λύσις, οὐκ ἄφεσις οὐδενὶ τρόπῳ παρὸ τοῦ πάντα δόντος, καὶ πάντων ἀπαιτοῦντος τότε τὸν λόγον. Ἀλλὰ καὶ τὸ προσενεχθῆναι τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων, ἀρξαμένου συναίρειν λόγον τοῦ βασιλέως, οὐκ ἔστι τοῦ μέλλοντος αἰῶνος· ἐκεῖ γὰρ πάντων τὸ τέλος ἐστὶν, ἀπὸ τῶν ἐνταῦθα δὲ ἄρχεται.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
