# Homiliae 248

Gregorius Palamas, Homiliae, 248. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/248
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/248

τὸ βραβεῖον;» Οὐκ εἶπε δὲ τοῦτο, ὡς ἑνὸς κἀνεαῦθα τὸ βραβεῖον τῆς σωτηρίας λαμβάνοντος ἀλλ´ ὡς τῶν ἄγαν σπευδόντων ἐκεῖνο λαμβανόντων, κἂν εἷς ἧ, κἂν εἰεν πλεῖστοι· ἀνέκλειπτον γάρ ἐστιν ἐκεῖνο τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ ἀρκεῖ πρὸς πάντας ἀμειώτως μεταδιδόμενον. Διὸ πάλιν ὁ αὐτὸς πᾶσιν ἐπάγει λέγων· «Οὔτω τρέχετε, ἵνα καταλάβητε.» Ἀλλὰ καὶ τὸν τρόπον ὑποδεικνὺς τοῦ δρόμου· «Πᾶς δὲ ὁ ἀγωνιζόμενος, φησὶ, πάντα ἐγκρατεύεται,» μηδεμιᾷ ποτε τὼν ἀπηγορευμένων ἡδονῶν ἔκδοτον εἰς τέλος ἑαυτὸν παρέχων. Εἶτα ὡς ἐνιστιαμένων τῶν βεβαπτισμένων καὶ λεγόντων διὰ μόνου τοῦ βαπτίσματος χωρίς τῶν ἔργων εὐπροσδέκτους εἶναι τῷ Θεῷ, διὰ τῶν ἐκ παλαιοῦ τύπων αὐτὸς δείκνυσι καὶ ἀναπείθει εὐδοκεῖν ἐν μηδενὶ τὸν Θεὸν, ἂν μὴ μετὰ τοῦ πίστιν ἔχειν ἀσφαλῆ καὶ τῶν πονηρῶν ἀπέχηται καὶ παθῶν καὶ λόγων καὶ πράξεων· «Οὐ θέλω γὰρ, φησίν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· πινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστίς· ἀλλ´ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός.» Ταῦτα δὲ πάντα τύποι τῶν καθ´ ἡμᾶς ἱερῶν μυστηρίων ἦσαν· ἡ θάλασσα τοῦ κατὰ τὸ βάπτισμα ὕδατος· ἡ νεφέλη τοῦ ἄνωθεν μυστικῶς τοῖς βαπτιζομένοις ΑΧΞ ἐπισκιάζοντος θείου Πνεύματος· τὸ βρῶμα καὶ τὸ πόμα, τοῦ Χριστοῦ σώματος καὶ αἵματος, ὦν ἡμεῖς καθ´ ἑκάστην ὡς εἰπεῖν μετέχομεν· διὰ τοῦτο γὰρ καὶ τὴν ἄψυχον καὶ ἀναίσθητον ὕλην τὴν πέτραν ἐκείνην πνευματικὴν ἐκάλεσεν ὁ Παῦλος. Ὥσπερ γὰρ ψυχικὸν λέγεται σῶμα τὸ ὑπὸ ψυχῆς δυναμούμενόν τε καὶ κινούμενον, οὕτω καὶ πνευματικόν ἐστι σῶμα, τὸ ὑπὸ τοῦ θείου Πνεύματος ὑπερφυῶς ἐνεργούμενον. Ἐπεὶ οὖν ἡ πέτρα ἐκείνη παραδόξως ἐνεργουμένη παρὰ τοῦ Πνεύματος, τὴν τοῦ ὕδατος πηγὴν συμμεταφερομένην εἰχεν ἐν ἑαυτῇ, καὶ παρ´ ἑαυτῆς ἀφθόνως ἀνεδίδου, πνευματικὴ δικαίως ἐκλήθη παρὰ τοῦ Παύλου, καὶ εἰς τύπον προσελήφθη τοῦ Χριστοῦ σώματος· καὶ τοῦτο γὰρ ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ πληρώματος τῆς θεότητος ἐνεργούμενον ἔχει τε καὶ παρέχει τοῖς πιστῶς προσιοῦσιν ἀφθόνως τὴν πηγὴν τῆς ἀιδίου ζωῆς. Ἀλλὰ πρὸς ὃν νῦν ἡμῖν ὁ λόγος. Εἰπὼν ὁ θεῖος Παῦλος, ὅτι οἱ πρὸ ἡμῶν ἐκεῖνοι πάντων μετέσχον τῶν ἐν τύπῳ μυστηρίων, ἐπήγαγεν· «Ἀλλ´ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. καὶ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητάς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.» Τοῦτο λέγων ἄντικρυς, ὅτι καθάπερ ἐκείνους, πρὸς τὰς πονηρὰς. ἐπιθυμίας ἐκκλίναντας, οὐδὲν ὠφέλησαν οἱ δοθέντες τύποι τῶν μυστηρίων, οὐδὲ ἐξείλοντο τῆς θείας ἐγκαταλείψεως, διὸ καὶ καταφθαρέντες ἐκτὸς εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ ἀπεσώθησαν, οὕτω καὶ ἡμᾶς, εἴπερ ἐν ἁμαρτίαις ζῇν προαιρούμεθα, τὸ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
