# Homiliae 252

Gregorius Palamas, Homiliae, 252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/252
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/252

ἄγος; ὃ μηδὲ καθ´ ἕνα μόνον ἢ δύο, ἀλλὰ καὶ οἴκους Ἐλους, καὶ βίους ὅλους, καὶ τὰς κατὰ σῶμα συγγενείας καὶ διαδοχὰς κατασπᾷ τε καὶ ἀχρειοῖ. τὰς ψυχὰς πρὸ τούτων ἀναμέστους ποιῆσαν πάσης κακίας καὶ πονηρίας. Ὁ μέντοι φθόνος φόνου γεννήτωρ ὥν, ἐπεὶ καὶ δι´ αὐτὸν τὴν ἀρχὴν ἄνθρωπος ἔγνω τοῦ θανάτου τὴν πεῖραν, ἀδελφοκτόνον τὸν Κάν ἀπεργασάμενον, πῶς οὐ θάνατον καὶ εἴ τι Βανάτου χεῖρον δικαίαν ἔχει τὴν καταδίκην; Ἡ δὲ κλοπὴ πάλιν πόσον παροξύνει Θεόν; Ἐν τῷ παλαιῷ Ἄχαρ ἦν μόνος ὁ κλέψας, καὶ ὁ στρατὸς ἅπας ὑφίστατο τὴν πληγὴν, ἕως ἐρευνήσαντες, ἐκ μέσου λιθοβολήσαντες τὸν ἁμαρτόντα ἐποίησαν. Ἐγράφη δὲ ταῦτα πάντα πρὸς νουθεσίαν ἡμῶν, ἵνα μὴ τοῖς αὐτοῖς περιπίπτοντες ἁμαρτήμασι, καὶ ταῖς αὐταῖς καταδίκαις, μᾶλλον δὲ καὶ χείροσι, καθυποβάλλωμεν ἑαυτούς· μείζονος γὰρ ἢ ἐκεῖνο τὸ γένος ἀξιωθέντες τῆς θείας ἐπισκοπῆς, μειζόνων ἐσμὲν ἄξιοι πληγῶν, εἰ μὴ φυλάττομεν ἑαυτοὺς τῶν ὑπὸ Θεοῦ ἀπηγορευμένων ἀνωτέρους κακῶν. «Εἰ γὰρ ὁ δι´ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, φησὶν ὁ Ἀπόστολος, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμάρτυ. ροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι, καὶ Πνεύματος ἁγίου μερισμοῖς καὶ ποικίλαις δυνάμεσι, κατὰ τὴν αὐτοῦ θέλησιν.» Διόπερ Ἀνανίας καὶ Σαπφείρα οὐκ ἐν τοῖς ἀλλοτρίοις, ἀλλ´ ἐν τοῖς οἰκείοις τὴν κλοπὴν ἐργασάμενοι, διὰ τὸ ψεῦδος, ὃ σύνεστιν ἀεὶ Κτῇ κλοπῇ, θανατοῦνται παρὰ τοῦ Πέτρου, μᾶλλον δὲ παρὰ τοῦ Θεοῦ, πρὸς ὄν φησιν ὁ προφήτης Δαβίδ· «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» Ὁ δὲ Παῦλος τῷ Σατανᾷ παραδίδωσι τὸν ἐν Κορίνθῳ πορνεύσαντα, καὶ τοῖς Κορινθίοις παραγγέλλει γράφων· «Τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Καὶ οὐκ ἐκύρωσε τὴν ἀγάπην, ἕως ἀποστὰς ἐκεῖνος τῆς πονηρᾶς πράξεως, δι´ ἔργων τὴν μετάνοιαν ἐπεδείξατο. Πρὸς δὲ τὸν πλεονέκτην ὃς, τῆς χώρας εὐφορησάσης, οὐ διαδίδωσι τοῖς μὴ ἔχους.ν, ἀλλὰ πλατύνει τὰς ἀποθήκας, τί φησιν ἐν Εὐαγγελίοις ὁ Κύριος; «Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;» Καὶ ἵνα μή τις νομίσῃ καθ´ ἑνός τινος εἶναι τὴν ἀπόφασιν ταύτην, ἐπάγει· «Οὕτως ὁ θησαυρίζων ἑαυτῶ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.» Καίτοι ὁ πλούσιος ἐκεῖνος οὐκ ἐπλούτει ΑΘ ἐξ ἀδικίας· τί γὰρ ἐκεῖνος ἡδίκησεν, εἰ ἡ χώρα αὐτοῦ εὐφόρησεν; Ἀλλ´ ὅμως, ὅτι οὐκ ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ τῶν πραγμάτων ἀφθονίᾳ καλῶς, μηδὲ ἐπλούτησεν εἰς Θεὸν διὰ τῆς μεταδόσεως, ἄξιος θανάτου ἐγένετο, τοῦ πλούτου μηδὲν ἀπονάμενος. Ἡμῶν δέ εἰσιν οἷ μὴ τὰ δικαίως ποριζόμενα μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῶν πτωχῶν ἁρπαγὰς ἔχουσιν ἐν τοῖς οἴκοις αὐτῶν, πλεονεξίαν ἀγαπῶντες, τὴν δευτέραν κατὰ Παῦλον ΡλτῶΟΓ. ΣΙΙ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
