# Homiliae 255

Gregorius Palamas, Homiliae, 255. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/255
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/255

ἐκφύγωμεν, ἢ δι´ ἐξαγορεύσεως καὶ τῆς δι´ ἔργων μετανοίας ἀντισηκούσης τὰ παραπτώματα ἡμῶν, τὸ θεῖον ἐξιλεώμεθα, δι´ ἐνεργοῦς ταπεινὼσεως ἡμῖν αὐτοῖς εὐμενίζοντες, ὡς ἂν τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνεχομένης, καὶ τὰς ἐλλείψεις ἀναπληρούσης ἡμῶν, νῦν μὲν τῆς θείας ταύτης ὀργῆς, καὶ τοῦ ἀώρου καὶ ἀθρόου τούτου θανάτου, καὶ τῆς δι´ αὐτοῦ πανωλεθρίας ἀπαλλαγείημεν· ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῆς ἀθανάτου ἃΠ ζωῆς ἐπιτύχοιμεν εἰς δόξαν τοῦ μόνου ζωοδότου Χριστοῦ· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν ΟΜΙΛΙΑ Μʹ. Είς τὸν πάνσεπτον τοῦ Χριστοῦ Πρόδρομον καὶ βαπτιστὴν Ἰωάννην. Εἰ τίμιος ὁ θάνατος τῶν ὁσίων, καὶ μνήμη δικαίου μετ´ ἐγκωμίων, πόσῳ μᾶλλον ἡμᾶς ποιεῖσθαι τὴν μνήμην μετ´ ἐγκωμίων χρεὼν, τῆς τῶν ὁσίων τε καὶ δικαίων κορυφαίας ἀκρότητος Ἰωάννου, τοῦ προσκιρτήσαντος καὶ προδραμόντος καὶ προκηρύξαντος τὸν δι´ ἡμᾶς σαρκωθέντα τοῦ Θεοῦ Λόγον· παρ´ οὗ πάλιν αὐτὸς ἀνεκηρύχθη καὶ μεμαρτύρηταε τῶν ἐξαἰῶνος προφητῶν καὶ ὁσίων καὶ δικαίων ὑπέρτερος; Οὐ γὰρ ὅτι κρείττω τὰ κατ´ αὐτὸν ἁνθρωπίνοι λόγου παντὸς, οὐδ´ ὅτι παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν μαρτυρίαν εἴληφε καὶ τὸ γέρας, καὶ γέρως οὐ δεῖται τοῦ παρ´ ἡμῶν, διὰ τοῦτο σιωπήσαντες ἀγέραστον καταλείψομεν λόγοις, τό γε εἰς ἡμᾶς ἦκον, τὴν τοῦ ἀνωτάτω Λόγου κατὰ τὸ γεγραμμένον φω νήν· ἀλλ´ ὅτι παρὰ Χριστοῦ τοῦ δεσπότου τῶν ὅλων τοιοῦτος ὧν ἀνηγόρευταί τε καὶ μεμαρτύρηται. πᾶσα γλῶσσα πιστῶν κινείσθω πρὸς ὕμνον, ὁπόση δύναμις, οὐχ ἵνα ἐκείνῳ τι προσθῶμεν εἰς δόξαν· πῶς γάρ ἀλλ´ ἵνα τὴν ὀφειλὴν ἡμεῖς ἀποτίσωμεν, ἕκαστός τε ἰδίᾳ καὶ κοινῇ πάντες τὰ κατ´ ἐκεῖνον θαυμάσια καὶ ὑμνοῦντες καὶ διηγούμενοι. Ἅπας μὲν γὰρ ὁ βίος τοῦ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας θαῦμα θαυμάτων ἐστίν. Οὐχ ὁ βίος δὲ μόνον ἅπας τοῦ καὶ πρὸ τοῦ γεννηθῆναι προφήτου, καὶ περισσοτέρου τῶν προφητῶν Ἰωάννου, ἀλλὰ καὶ τὰ πολλῷ πρὸ τοῦ βίου καὶ μετὰ τὸν βίον, ὅσα πρὸς τοῦτον τείνει πάντων θαυμάτων ἐστὶν ἐπέκεινα· θεῖαι μὲν γὰρ περὶ αὐτοῦ προῤῥήσεις προφητῶν θεολήπτων ἄγγελον αὐτὸν οὐκ ἄνθρωπον ἀναγράφουσι, καὶ φωτὸς λυχνίαν, καὶ θεοφεγγῆ τινα καὶ ἑωσφόρον ἀστέρα, ὡς προδραμόντα τοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ αὐτοῦ τοῦ Λόγου τοῦ Θεοῦ φωνήν· τί δὲ τῆς τοῦ Θεοῦ φωνῆς τῷ Θεῷ Λόγῳ πλησιαίτερον ἢ συγγενέστερον; Τῆς δὲ τούτου συλλήψεως ἐγγιζούσης,, οὐκ ἄνθρωπος, ἀλλ´ ἄγγελος οὐρανόθεν καταπτάς, Ζαχαρίου καὶ Ἐλισάβετ λύει τὴν στείρωσιν, τίκτειν ἐν βαθεῖ γήρᾳ παῖδα τοὺς ἀγόνους ἐκ νέου ἐπαγγειλάμενος, καὶ πολλῆς χαρᾶς πρόξενον, ὡς πἀσι σωτήριον ἔσεσθαι προκαταγγέλλει τὴν τοῦ παιδὸς τούτου γέννησιν· «Ἔσται γὰρ, φησὶ, μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πλησθήσεται Πνεύματος ἁγίου ἔτι ἕκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ΠΟΜΙΕΙΑ ΧΕ.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
