# Homiliae 267

Gregorius Palamas, Homiliae, 267. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/267
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/267

πάντας θέλοντι σωθῆναι ὑπὲρ τῶν μὴ θελόντων τὴν οἰκείαν σωτηρίαν. Βροτοῖς ἡμῖν οὖσι τρέφεσθαι ἀνάγκη· ἐπεὶ οὖν τῆς τροφῆς τὸ μὲν ἡ καθ´ ἡμᾶς φύσις εἰς οἰκείαν σύστασιν ἐκλέγεται, καὶ πρὸς ἑαυτὴν ἀναλαμβάνει, τὸ δὲ δυσῶδες ἀπεργαζομένη, ὡς ἀχρεῖον ἔξω βάλλει διὰ τῶν ἀποκριτικῶν μορίων, ὑμεῖς, διὰ τὸ μέλλον εἰς κόπρον ἀποτελευτήσειν, τὴν τροφὴν ἀπώσεσθε παντάπασιν, ἢ διὰ τὸ ἐκλεγόμενον, καὶ πρὸς σύστασιν τῆς καθ´ ἡμᾶς φύσεως διὰ πέψεως ἐξομοιούμενόν τε καὶ προσοικειούμενον, τὸ πᾶν τῆς τροφῆς προσοίσεσθε; Πάντως οὐ λόγου χρεία· καὶ γὰρ ἔργῳ τὴν ἀπόκρισιν ποιούμεθα καθ´ ἡμέραν τρεφόμενοι, καὶ διὰ τὴν κατάλληλον ἡμῖν τροφὴν, καὶ τὴν ἀκατάλληλον τῇ φύσει προσφερόμενοι. Τίνος χάριν τοῦτο πράττοντες; Διὰ τὴν ἔμφυτον ἡμῖν φιλοζωίαν. Οὕτως οὗν καὶ ὁ Θεὸς διὰ τὴν ἔμφυτον χρηστότητα καὶ τὸ φιλάγαθον, οὐ διὰ τοὺς ἐσομένους οὔκοθεν κακοὺς ἀφῆκε προαγαγεῖν εἰς γένεσιν τοὺς ἀγαθοὺς, ἀλλὰ διὰ τοὺς ἀγαθοὺς, καὶ τοὺς ἐσομένους κακοὺς ἐδημιούργησεν. Οὐχ ὁρᾶτε τοὺς τῶν ἰατρῶν παῖδας ὅτι οὐκ ἐνδιδόασιν ἀσιτεῖν τοῖς διὰ τὴν τοῦ στομάχου ἀτονίαν οὐ παρακατέχουσιν, ἀλλ´ ἐμοῦσι τὴν τροφήνς Τίνος οὖν ἕνεκα τρέεσθαι αὐτοῖς προτρέπουσιν; Ὅτι λαμβάνει τι κἂν εἰ βραχὺ παρὰ τῆς τροφῆς ἡ φύσις, εἰ καὶ τὸ πλεῖστον τῶν βρωμάτων ἀχρειοῦται διὰ τῶν ἐμέτων· διὰ τοῦτο φιλάνθρωπος δικαίως ἡ ἰατρικὴ καλεῖται. Ῥιτε καὶ τὸ τοῦ Θεοῦ σιλάγαθόν τε καὶ φιλάνθρωπον ἐκ τούτου μᾶλλον δείκνυται, ὅτι πρὸς τὸ πλῆθος τῶν μὴ σωζομένων, ὀλίγων ὄντων τῶν τῆς οἰκείας σωτηρίας ἀντιποιουμένων, αὐτὸς τὸ πᾶν γένος ἐδημιούργησε, καὶ ὁλίγων ὄντων τῶν ἐκλεκτῶν ἔσεσθαι μελλόντων, αὐτὸς διὰ τὸ ὑπερβάλλον τῆς αὐτοῦ φιλανθρωπίας ἄπαντας ἐκάλεσεν. «Ὡμοιώθη γὰρ, φησίν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἀπέστειλε τοὺς δούλους αὑτοῦ, καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.» Εάμον ἐνταῦθα τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ πρὸς τὴν ἀνθρωπίνην φύσιν, καὶ τὴν δι´ αὐτῆς πρὸς τὴν καθ´ ἡμᾶς Ἐκκλησίαν λέγει συνάφειαν· οὕτω γὰρ καὶ ὁ Παῦλος εἰπών, ὅτι τὸ μυστήριον τοῦ γάμου μέγα ἐστὶν, ἐπήγαγεν· «Ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν.» Ἀλλαχοῦ δὲ πέλιν πρὸς ἡμᾶς φησιν· «Ἰρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Τίνος δὲ ἕνεκεν οὐχ ἕνα γάμον, ἀλλὰ γάμους φησὶ τὸν βασιλέα τῶν οὐρανῶν τὸν ἀνωτάτω Πατέρα ποιῆσαι τῷ Υἱῷ αὐτοῦ; Ἐπειδήπερ ὁ τῶν καθαρῶν ψυχῶν νυμφίος Χριστὸς ἑκάστῃ ψυχῇ τοιαύτῃ μυστικῶς συναπτόμενος, γαμὴλιον τῷ Πατρὶ δίδωσιν ἄγειν ἐπὶ τούτῳ χαράν· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι·» τοῦ γὰρ δι´ ἐπιστροφῆς αὖθις συνἐστῶντος καὶ συνάπτοντος Χριστῷ τοὺς ἐν μετανοίᾳ ζῶντας Πνεύματος ἀγίου καρπός ἐστιν ἡ χαρὰ κατὰ τὸν Ἀπόστολον, συμπεριβάλλουσα τοὺς ἐν ολ οὐρανῷ καὶ ἐπὶ γῆς ἐνθέους· διὰ τοῦτο χαρὰ γίνεται

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
