# Homiliae 270

Gregorius Palamas, Homiliae, 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/270
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/270

πόδας δικαίως ὁ καὶ ἀπὸ τῶν ἐνταῦθα σειραῖς τῶν ἁμαρτιῶν αὐτοῦ οφιγγόμενος, καὶ ἐκβάλλεται εἰς τὸ σκότος τὸ ἐξώτερον ποῤῥωτέρω Θεοῦ γινόμενος, ὡς μὴ φωτὸς ἔργα πράξας ἐνθάδε· ἐκεῖ δὲ, φησὶν, ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· οὐ γὰρ σκότος μόνον, ἀλλὰ καὶ πῦρ ἐστιν ἄσβεστον ἐκεῖνο τὸ σκότος· πρὸς δὲ καὶ σκωλήκων ἀκοιμήτων ἐμπεπλησμένον. Κλαυθμὸς οὖν ἐκεῖ καὶ βρυγμὸς ὀδόντων, διὰ τὰς ἐπικειμένας καὶ ψυχῆς καὶ σώματος καθαπτομένας ἀφορήτους ὀδύνας, διὰ τὰς ἀτελευτήτους οἰμωγὰς, διὰ τὸν ἄληκτον καὶ ἀνόνητον ἐκεῖ μετάμελον· καὶ ταῦτα εἰπών, ἐπήγαγε· «Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί·» δεικνὺς ὡς οὐχ εἷς ὁ τῶν δεινῶν ἐκείνων ληψόμενος τὴν πεῖραν, ἀλλ´ ἀπλῶς πᾶς ὁ τὴν ἀπὸ τῶν ἔργων ὁμοίαν φαυλότητα περικείμενος· διὰ γὰρ τοῦ ἐνὸς τούτου παρέστησεν ἁ Κύριος ὁποῖοί τινές εἰσιν οἱ πονηροὶ τῶν κληθέντων καὶ προσελθόντων καὶ βαπτισθέντων, καὶ μὴ μεταβληθέντων ἐπὶ τὸ κρεῖττον, μηδὲ διὰ τῆς μετανοίας τὸν ἐκ τῶν πονηρῶν ἡδονῶν τε καὶ παθῶν ῥύπον ἀποθεμένων. Ἀλλ´ Ἄγε ἡμεῖς, ἀδελφοί, ἀπεκδυσώμεθα τὸν ἀπὸ τῆς μέθης καὶ τοῦ κόρου τῆς γαστρὸς διεσπασμένον, καὶ τὸν ἀπὸ τῆς σαρκὸς καὶ τῆς κατ´ αὐτὴν ἀκρασίας ἐσπιλωμένον χιτῶνα, καὶ ἐνδυσώμεθα, κατὰ τὸν Ἡσαΐαν, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης δι´ ἐγκρατείας καὶ σωφροσύνης· ἀποδυσώμεθα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· ἀπεκδυσώμεθα τὴν ἐξ ἀρπαγῆς καὶ πλεονεξίας παντοίαν τοῦ βίου περιβολὴν, ὡς ἐνώπιον τῶν θείων ὀφθαλμῶν ἀσχήμονα καὶ κατάκριτον. Ἐνδυσώμεθα δὲ ώς ἐκλεκτοὶ τοῦ Θεοῦ σπλάγχνα οἰκτιρμῶν, ταπείνωσιν, μετριοφροσύνην, πραότητα· καὶ σπουδάσωμεν διὰ πάντων κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, βεβαίαν ἡμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· οὕτω γὰρ ποιοῦντες τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, καὶ τῆς συναυλίας τῶν ἀιδίως εὐφραινομένων οὐκ ἀστοχήσομεν· ὡς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ αἰωνίου καὶ οὐρανίου νυμφίου τῶν ἡμῶν τέρων πνευμάτων Χριστοῦ· μεθ´ οὗ τῷ Πατρὶ πρέπει δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν. ΟΜΙΛΙΑ ΜΒʹ. Εἰς τὸ τῆς τρίτης Κυριακῆς τοῦ Λουκᾶ Εὐαγγέλιον ὑπόθεσιν ἔχον τὸν ὑπὸ τοῦ Κυρίσυ ἐγερθέντα τῆς χήρας παῖδα, ἐν ᾑ καὶ περὶ πὸῆ συγγνωμονικοὺς ἡμᾶς καὶ συμπαθεῖς πρὸς ἀλλήλους εἰναι. Τὸ θεῖον καὶ κοινωφελὲς ὁ μέγας Παῦλος τῆς πίστεως ἐνδεικνύμενος, καὶ καταγγέλλων αὐτῆς τὰ ἔργα καὶ τὰ ἄθλα καὶ τοὺς καρποὺς καὶ τὴν δύναμιν, ἀπ´ αὐτῶν μὲν ἄρχεται τῶν αἰώνων, ὧν οὐδὲν ἀρχαιότερον, Πίστει, λέγων, νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι, τελευτᾷ δὲ εἰς τὴν μέλλουσαν παγκοσμίαν ἀνάστασιν, καὶ τὴν κατ´ αὐτὴν τῶν ἀγίων τελείωσιν, ἡς οὐδὲν τελεώτερον· μεταξὺ δὲ τῶν ἐν τῇ πίστει θαυμασθέντων καὶ δι´ ἑαυτῶν ταύτῃ συμμαρτυρούντων ποιούμενος τὸν κατάλογον, ΠΟΜΙΙΙΑ ΧΙΗ.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
