# Homiliae 271.1-11

Gregorius Palamas, Homiliae, 271.1 to 271.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/271.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/271.1

καὶ τοῦτο φησὶν, ὅτι διὰ πίστεως ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Αἰ δέ εἰσιν ἤ τε Σαραφθία καὶ ἡ Σουμανῖτις, ὡν ἡ μὲν τὸν υἱὸν θανόντα παρὰ τοῦ προφήτου Ἡλιοῦ πάλιν ἔλαβεζῶντα, ἡ δὲ Σουμανῖτις παρὰ τοῦ Ἐλισσαίου τὸν ἑαυτῆς, ἑκατέρα δὲ τούτων μεγάλην δι´ ἔργων ἐπεδείξατο πίστιν· ἡ μὲν Σαραφθία κατὰ πίστιν φθάσασα τὴν ἐπηγγελμένην παρὰ τοῦ προφήτου τῶν ἐδωδίμων αὔξησιν, καὶ πρὸ τῶν παίδων θρέψασα τοῦτον ἐκ τῆς τοῦ ἀλεύρου δρακὸς καὶ τοῦ ὀλίγου ἐλαίου, ἃ μόνα φαγεῖν εἶχε, καὶ μετὰ τῶν παίδων ἀποθανεῖν. Ἀλλὰ καὶ τοῦ υἱοῦ αὐτῆς μετὰ τὴν Ἠλίου παρουσίαν ἀῤῥωστήσαντος καὶ ἀποθανόντος· Ἢν γὰρ, φησὶν, ἡ ἀῤῥωστία αὐτοῦ μεγάλη σφόδρα ἕως οὐκ ἀπελείφθη ἐν αὐτῷ πνεῦμα ζωῆς· αὕτη οὐκ ἀπώσατο τὸν προφήτην, οὐκ ἐμέμψατο, οὐκ ἀπεπήδησε τῆς, ἡν παρ´ αὐτοῦ ἐδιδάχθη, θεοσεβείας, ἀλλ´ ἑαυτῆς κατηγόρησε, καὶ τὰς οἰκείας ἀμαρτίας, αἰτίας εἶναι τοῦ πάθους ἐνόμισεν, ἄνθρωπον μὲν τοῦ Θεοῦ τὸν Ἠλίαν ἐπ´ αὐτῆς καλοῦσα τῆς συμφορᾶς, ἑαυτὴν δὲ μᾶλλον καταιτιωμένη καὶ λέγουσα πρὸς αὐτὸν προτρεπτικῶς μᾶλλον ἢ σκωπτικῶς, Τί ἐμοὶ καὶ σοὶ. ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με ἀναμνῆσαι τὰς ἀμαρτίας μου καὶ θανατῶσαι τὸν υἱόν μου Φῶς εἶ σὺ, φησὶ, κατὰ μέθεξιν, ὡς φωτὸς τοῦ τῆς δικαιοσύνης διάκονος, καὶ παραγενόμενος ἐμφανῆ μου τὰ ἀφανῆ πεποίηκας ἁμαρτήματα, ταῦτα δέ μου τὸν υἱὸν ἐθανάτωσεν. Ὁρᾶτε πίστιν γυναικὸς ἀλλοφύλου, ὁρᾶτε ταπείνωσιν. Διὰ τοῦτο καὶ τὴν ἐκλογὴν εἰκότως ἔλαβε παρὰ τοῦ Θεοῦ τὴν ἀρχὴν, καὶ πρόγραμμα γενέσθαι κατηξιώθη τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ πίστεως, θστερον δὲ καὶ τὸν παῖδα ζῶντα ἐδέξατο. Ἡ δὲ Σουμανῖτις καὶ ἀφ´ ὧν εἶπε πρὸς τὸν ἄνδρα αὐτῆς περὶ Ἐλισσαίθυ, καὶ ἀφ´ ὧν ἡτοίμασε πρὸς ὑποδοχὴν τῷ προφήτῃ, καὶ ἀπὸ τῆς φιλοσοφίας, ἣν ἐπεδείξατο τοῦ παιδὸς θανόντος, τὴν πίστιν ἔδειξε.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
