# Homiliae 271.12-17

Gregorius Palamas, Homiliae, 271.12 to 271.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/271.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/271.12

Κρύψασα γὰρ ἡσυχῆ τὸ πάθος ἐπὶ τὸν προφήτην ἔδραμε, καὶ εἵλκυσεν ἐπὶ τὴν οἱκίαν, πρὸς αὐτὸν εἰποῦσα, Ζῇ Κύριος, «καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε.» Καὶ διὰ τῆς πίστεως ταύτης ἀναστάντα τὸν υἱὸν παρὰ τοῦ προφήτου ἐδέξατο, ὡς μὴ μᾶλλον εἶναι τῶν προφητῶν ἐκείνων τὸ ἐξαίρετον τοῦτο θαῦμα ἢ τῆς τῶν δεξαμένων τοὺς ἀναστάντος μητέρων πίστεως· κἂθάπερκαὶ ὁ Παῦλος ὑπέφηνεν εἰπών· «Διὰ πίστεως ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.» Ἀλλὰ καίτοι συνεργὸν ἔχοντες τῶν μητέρων οἱ προφῆται τὴν πίστιν καὶ τὰν πρὸς Θεὸν εὐαρέστηκεν, ἀ μὲν Ἡλιοὺ τά τε ἄλλα πεποίηκε, καὶ μετ´ ὀλοφυρμοῦ πρὸς τὸν Θεὸν ἀνεβόησεν· Οἵμοι, λέγων, Κύρνε, ὁ μάρτυς τῆς χήρας, μεθ´ ἦς ἐγὼ κατοικῶ, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υὸν αὐτῆς, καὶ ἐπεκαλέσατο καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ του παιδαρίου τούτου εἰς αὐτό, Καὶ ἐγένετο οὕτως. Ὁ δὲ Ἐλισσαιὲ μὴ μόνον προσέφυ τῷ παιδαρίῳ περιιὼν καὶ ἀνακάμπτων ἕως ἑπτάκις, ἀλλὰ καὶ προσηύξατο πρὸς Κύριον κατὰ τὸ γεγραμμένον, καὶ οὕτω τὸν τῆς Σουμανίτιδος ἀνεζώωσεν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν σήμερον ἀναγινωσκομένην τοῦ Εὐαγγελίου

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
