# Homiliae 282.12-18

Gregorius Palamas, Homiliae, 282.12 to 282.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/282.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/282.12

Καὶ ὁ μάρτυς ἐγγὺς, ὁ μέγας οὗτος μάρτυς Δημήτριος. Τὸν γὰρ δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, καὶ πρὸς φυλακὴν τῆς εὐσεβείας ἐνστὰς μέχρις αἷματος, τοσοῦτον ἀπέσχεν ἀμύνασθαι τοὺς ἐπηρεάζοντας, ὅτι καὶ ὑπὲρ αὐτῶν εὐξάμενος πρὸς τὸν Κύριον, τῶν μὲν ἔστησε τὴν κακίαν, τῶν δὲ μετεποίησεν, ὡς, μηδὲ λείψανον εἶναι τῇ πόλει ταύτῃ τῆς δυσσεβείας ἐκείνης, ἀλλὰ συνίστασθαι καὶ διαμένειν τὴν πόλιν, ἐν ᾖ καὶ ἐξ ἧς ὁ θεῖος μάρτυς ὑπέστη· τὸν βίαιον θάνατον, ταῖς αὐτοῦ πολυτρόποις κηδεμονίαις, καὶ πολυειδέσιν εὐεργεσίαις, καὶ πρὸς τὸν Θεὸν ἀδιαλείπτοις πρεσβείαις. Ὃ καὶ ἡμεῖς ἐνδεικνύμενοι μᾶλλον ἢ ἀμειβόμενοι· τίς γὰρ ἡμῖν ἰσχὺς πρὸς ἀντίδοσιν; πολυπλασιάζομεν αὐτῷ τὴν πανήγυριν, αἰτοῦντες ἀξιωθῆναι διὰ της αὐτοῦ πρὸς τὸν Θεὸν ἱκεσίας, καὶ τῆς ἀδίου τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς πανηγύρεως, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
