# Homiliae 33

Gregorius Palamas, Homiliae, 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/33

ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· οὐ γὰρ εἶπε τοῦ αἰσθητοῦ κόσμου, ἀλλ´ ἀπροσδιορίστως τοῦ κόσμου, ὅσος οὐράνιος, καὶ ὅσος ἐπίγειος. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἡ θεία καὶ ἀπόῤῥητος κένωσις, ἡ θεανδρικὴ πολιτεία, τὰ σωτήρια πάθη, τὰ μυστήρια πάντα· διὰ τοῦτο τὸ τέλος προμηθῶς καὶ πανσόφως προῳκονόμηται, ὡς ἂν ὁ διὰ τούτων ἐν τοῖς παροῦσι πιστὸς ἀναφανεὶς ἀκούσῃ παρὰ τοῦ Σωτῆρος· «Εὐ, οῦλε ἀγαθὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Δεῦτε οὖν, φησὶ, κληρονομήσατε καὶ τὸν ἐνεστῶτα καὶ μένοντα καὶ ἐπουράνιον κόσμον, οἱ τῷ ἐπιγείῳ καὶ φθαρτῷ καὶ παραῤῥέοντι κόσμῳ καλῶς κατ´ ἐμὴν χρησάμενοι γνώμην. «Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνὸς, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.» Ἐνταῦθα ζητεῖται τίνος ἔνεκα τῆς ἐλεημοσύνης ἐμνήσθη μόνης, καὶ ταύτης ἕνεκα τὴν εὐλογίαν καὶ τὴν κληρονομίαν καὶ τὴν βασιλείαν ἔδωκεν ἐκείνην· ὰλλ´ οὐ ταύτης ἐμνήσθη μόνης τοῖς μετὰ συνέσεως ἀκούουσιν· ἐπεὶ γὰρ ἀνωτέρω τοὺς αὐτῆς ἐργάτας πρόβατα ἐκάλεσεν, ἀπὸ τῆς κλήσεως ταύτης ΑΑ τήν τε πρὸς αὐτὸν ὁμοίωσιν, καὶ πᾶσαν ἀρετὴν ἐμαρτύρησεν αὐτοῖς, καὶ ὡς ἕτοιμοι διηνεκῶς ἦσαν εἰς τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον· καθάπερ καὶ αὐτὸς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἁμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, κατὰ τὸ γεγραμμένον. Τοιούτοις οὖν καὶ αὐτοῖς οὕσι προσεπιφημίζει τὴν εὐποιίαν· δεῖ γὰρ καὶ ταύτην, δεῖγμα καὶ καρπὸν οὖσαν τῆς ἀγάπης, ὥσπερ τινὰ κεφαλὴν ὑπερκειμένην ἔχειν τῶν ἄλλων ἁπασῶν ἀρετῶν τὸν μέλλοντα πληρονομεῖν τὴν ἀτδιον βασιλείαν ἐκείνην· ὃ καὶ διὰ τῆς παραβολῆς τῶν δέκα παρθένων ἔδειξεν ὁ Κύ ριος· οὐδὲ γὰρ αἱ τυχοῦσαι εἰς τὸν θεῖον εἰσάγονται νυμφῶνα, ἀλλ´ αἱ παρθενίᾳ κεκοσμημέναι, ἤτις οὐκ ἂν κατορθωθείη χωρὶς ἀσκήσεως καὶ ἐγκρατείας, καὶ πολλῶν καὶ ποικίλων τῶν κατ´ ἀρετὴν ἀγώνων. Ἔτι γε μὴν καὶ λαμπάδας ταῖν χεροῖν κατέχουσαι, τὸν οἰκεῖον νοῦν καὶ τὴν ἐν αὐτῷ ἐμμέριμνον γνῶσιν, τῷ πρακτικῷ τῆς ψυχῆς, ὃ δηλοῦται διὰ τῶν χειρῶν, ἐποχουμένην καὶ ὑπανεχομένην, καὶ τῷ Θεῷ ἀνακειμένην διὰ βίου, καὶ συνημμένην ταῖς ἐκεῖθεν λάμψεσι. Δεῖ δὲ ὅμως καὶ τοῦ ἐλαίου δαψιλοῦς, ὥστε διαρκεῖν ἡμμένας. Ἔλαιον δέ ἐστιν ἡ ἀγάπη, κορυφὴ τῶν ἀρετῶν οὐσα. Ὥσπερ οὖν ἂν καὶ θεμελίους ὑποθῇς, καὶ ἐποικοδομήσῃς τοὺς τοίχους, οὐκ ἐπιθῇς δὲ τὸν ὄροφον, ἄχρηστα πάντα ἀφῆκας ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἂν πᾶσαν ἀρετὴν κτήσῃ, μὴ προσκτήσῃ δὲ τὴν ἀγάπην, πᾶσαι ἐκεῖναι ἄχρηστοι καὶ ἀνόνητοι· καὶ ὁ τῆς οἰκίας δὲ ὄροφος χωρὶς τῶν αὐτὸν ὑπανεχόντων ἐποικοδομηθῆναι οὐ δύναται. Τοῖς τοιούτοις τοίνυν καὶ ὁ Κύριος παρέχει κληρονομίαν, οἵτινες τὰς ἄλλας ἀρετὰς διὰ τῶν τῆς ἀγάπης ἔργων ἐπεσφραγίσαντο· καὶ ἢ δι´ ἀνεπιλήπτου βίου πρὸς αὐτὴν ἀνέοραμον, ἢ διὰ μετανοίας

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
