# Homiliae 35

Gregorius Palamas, Homiliae, 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/35

ἀδελφῶν· κἂν εἰ μὴ τὰ ἐνόντα πάντα θεοφιλῶς κενῶσαι προαιρώμεθα, ἀλλὰ μηδὲ πάντα παρ´ ἑαυτοῖς ἀνηλεῶς κατάσχωμεν· ἀλλὰ τὸ μὲν ποιήσωμεν, εἰς ὃ δὲ ἀπολειπόμεθα, ταπεινωθῶμεν ἐνώπιον τοῦ Θεοῦ, καὶ τευξόμεθα τῆς παρ´ αὐτοῦ συγγνώμης, τῆς αὐτοῦ φιλανυρωπίας ἀναπληρούσης τὴν ἡμετέραν ἔλλειψιν, ἵνα μὴ τῆς ἀπευκταίας, ὃ μὴ γένοιτο, φωνῆς ἀκούσωμεν· «Τότε γὰρ, φησὶν, ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ´ ἐμοῦ οἱ κατηραμένοι.» Πόσον τοῦτο! τῆς ζωῆς μακρύνθητε, τῆς τρυφῆς ἐκβλήθητε, τοῦ φωτὸς στερήθητε! Ἀλλ´ οὐ τοῦτο μόνον, ἀλλὰ «Πορεύεσθε ἀπ´ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·» ὡς γὰρ οἱ ἐκ δεξιῶν ζωὴν ἕξουσι, καὶ περισσὸν ἕξουσι, ζωὴν μὲν τῷ συνεῖναι Θεῷ, περισσὸν δὲ τῷ καὶ υἱοὶ διατελεῖν καὶ κληρονόμοι τῆς αὐτοῦ βασιλείας, οὕτως οἱ ἐξ εὐωνύμων τῆς ἀληθινῆς ζωῆς ἀποτυχόντες, τὸ μακρυνθῆναι Θεοῦ, καὶ περισσότερον ἕξουσι κακὸν, τὸ δαίμοσι συντετάχθαι, καὶ πυρὶ παραδοθῆναι κολάζοντι. Οἷον δὲ τὸ πῦρ ἐκεῖνο, ὃ καὶ τῶν σωμάτων ἅπτεται. καὶ πῷν λογικῶν ἓν σώμασί τε ὄντων καὶ οὐκ ἐν σώμασι πνευμάτων, ὀδυνῶν ἅμα καὶ παρακατέχον ἀθάνατα, δι´ οὗ καὶ τὸ καθ´ ἡμᾶς πυρ τακήσεται, κατὰ τὸ γεγραμμένον; «Στοιχεῖα καυσούμενα τήκεται.» Ὅση δὲ τῆς ὀδύνης προσθήκη τὸ τῆς ἀπολυτρώσεως ἀπροσδόκητον; καὶ γὰρ ἄσβεστον ἐκεῖνο τὸ πῦρ. Τί δὲ αὖθις ἡ βιαία φορά; καὶ γὰρ ποταμὸς, φησὶν, ἔλκων ἐκεῖνο τὸ πῦρ, ὡς ξοικεν, ἀεὶ ποῤῥωτέρω φέρον Θεοῦ· διὸ οὐδὲ, Πορεύθητε, εἶπεν, ἀλλὰ, Πορεύεσθε ἀπ´ ἐμοῦ οἱ κατηραμένοι· καὶ γὰρ ὑπὸ τῶν πτωχῶν ἐκ πολλοῦ κεκατήρασθε· κἂν εἴπερ ἔφερον ἐκεῖνοι, ἀλλ´ ὑμεῖς κατάρας ἄξιοι. Πορεύεσθε δὲ, φησὶ, πρὸς αὐτοὺς εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοις ἀγγέλοις αὐτοῦ· οὐ γὰρ ἐμόν ἐστι τοῦτο προηγούμενον θέλημα, οὐκ εἰς τοῦτο ὑμᾶς ἐποίησα, οὐκ ἐφ´ ὑμᾶς ἡτοίμασα τὴν πυράν· διὰ τοὺς ἀμετάβλητον ἔχοντας τῆς κακίας τὴν ἕξιν δαίμονας προανεκαύθη τὸ ἄσβεστον πῦρ, οἷς ὑμᾶς συνῆψεν ἡ κατ´ ἐκείνους ἀμετανόητος γνώμη. Φἕ Αὐθαίρετος οὖν ὑμῖν ἐστιν ἡ μετὰ τῶν πονηρῶν ἀγγέλων συμβίωσις· «Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἐπεσκέψασθέ με·» ὡς γὰρ ἡ ἀγάπη, ἀδελφοὶ, καὶ τὰ τῆς ἀγάπης ἔργα πλήρωμα τῶν ἀρετῶν ἐστι, οὕτω τὸ μῖσος καὶ τὰ τοῦ μίσους ἔργα, ὁ ἀσυμπαθὴς τρόπος, ἡ ἀμετάδοτος γνώμη, πλήρωμά ἐστι τῆς ἀμαρτίας· καὶ καὶ, οὕτω τῇ μισανθρωπίᾳ αἱ κακίαι· διὰ τοῦτο καὶ ἀπὸ ταύτης μόνης καταδικάζονται. Ἐβουλόμην μὲν οὖν εἰπεῖν ὡς οὐδὲν μεῖζον δεῖγμα μίσους, ἀλλ´ ἢ τὸ προτιμᾷν τοῦ ἀδελφοῦ τὸ περιττεῦον ἀργύριον· ἀλλ´ ὁρῶ τὴν κακίαν καὶ μεῖζον εὑροῦσαν δεῖγμα τῆς μισανθρωπίας· εἰσὶ γὰρ οἶ μὴ μόνον οὐκ ἐλεοῦσιν ἐξ ὧν εὐποροῦσιν, ἀλλὰ καὶ σφετερίζονται τὰ ἀλλότρια. Συλλογιζέσθωσαν οὖν ἐκ τῆς πρὸς τοὺς μὴ ἐλεοῦντας ἀποσάσεως,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
