# Homiliae 36

Gregorius Palamas, Homiliae, 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/36

τίνος οὗτοι τεύξονται, καὶ τί πείσονται, καὶ οἴας ἀπερινοήτου τε καὶ ἀφορήτου καταδίκης ἄξιοι, καὶ ἀποστήτωσαν τῆς ἀδικίας, καὶ διὰ τῶν τῆς μετανοίας ἔργων ἐξιλεωσάσθωσαν τὸ θεῖον. Ἐκεῖνοι δὲ ἀποκριθήσονται τηνικαῦτα λέγοντες· «Κύριε, πὸτε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἡ γυμνὸν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῆ, καὶ οὐ διηκονήσαμέν σοι;» Ὁρᾶτε καὶ αὐτὸ τὸ ἔσχατον κακὸν τὴν ὑπερηοα. νίαν τῷ ἀσυμπαθεῖ συνεζευγμένην τρόπῳ, ὥσπερ καὶ τῇ συμπαθείᾳ τὴν ταπείνωσιν; Οἱ δίκαιοι διὰ τὴν εὐποιίαν ἐγκωμιαζόμενοι ταπεινοῦνται μᾶλλον, οὐ δικαιοῦσιν ἑαυτούς. Οὐτοι διὰ τὴν ἀσπλαγχνίαν κατηγορούμενοι παρὰ τοῦ ἀψευδοῦς, οὐ προσπίπτουσι ταπεινωθέντες, ἀλλ´ ἀντιλέγουσι καὶ δικαιοῦσιν ἑαυτούς· διὸ καὶ ἀκούσουσιν, «Ἀμὴν λέγω ὑμῖν, ἐφ´ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε·» καὶ οὕτως ἀπελεύσονται, φησὶ, «οὗτοι μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.» Ἐλεήσωμεν οὖν ἡμᾶς αὐτοὺς, ἀδελφοί, διὰ τοῦ κρὸς τοὺς ἀδελφοὺς ἐλέους· κτησώμεθα διὰ τῆς συμπαθείας τὴν συμπάθειαν· εὖ ποιήσωμεν ἴνα πάθωμεν εὖ· ὁμοία μὲν ἡ ἀντίδοσις· εὐποιία γὰρ καὶ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος καὶ συμπάθεια, οὐκ ἴση δὲ τῇ ἀξίᾳ καὶ τῷ μέτρῳ τῆς ὑπεροχῆς· σὺ μὲν γὰρ παρέχεις ἐξ ὧν ἄνθρωπος ἔχει, καὶ ἐφ´ ὅσον ἄνθρωπος εὐεργετῆσαι δύναται, ἀντιλαμβάνεις δὲ παρὰ τῶν θείων καὶ ἀκενώτων θησαυρῶν ἑκατονταπλασίονα καὶ τὴν αἰώνιον ζωὴν, καὶ εὐεργετῇ ἐξ ὧν καὶ ὅσον ὁ Θεὸς εὐεργετῆσαι δύναται· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὗς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Σπεύσωμεν οὖν ἵνα τοῦ πλούτου τῆς χρηστότητος ἐπιτύχωμεν· ὀλίγων ἀργυρίων κληρονομίαν αἰώνιον ἀγοράσωμεν· φοβηθῶμεν τὴν κατὰ τῶν ἀνηλεῶν ἀπόφασιν ἀρτίως, ἵνα μὴ ὑπ´ αὐτῆς ἐκεῖ κατακριθῶμεν· μὴ φοβηθῶμεν μὴ πτωχοὶ γενώμεθα διδόντες ἐλεημοσύνηνκαὶ γὰρ ἀκούσομεν παρὰ Χριστοῦ· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν βασιλείαν.» Φοβηθῶμεν, καὶ πάντα πράξωμεν ἵνα μὴ φανῶμεν ἔξω τῆς πρὸς τὸν Θεὸν ἀγάπης διὰ τῆς τσπλαγχνίας· «Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, πῶς ἀγαπήσει, φησὶν ὁ Εὐαγγελιστὴς. τὸν Θεὸν ὃν οὐχ ἑώρακεν;» ὁ δὲ μὴ ἀγαπῶν τὸν Θεὸν πῶς συνέσται αὐτῷ; ὁ δὲ μὴ συνὼν αὐτῶ πορευθήσεται ἀπ´ αὐτοῦ· ὁ δὲ πορευόμενος ἀπ´ αὐτοῦ εἰς τὴν γέεναν ἐμπεσεῖται πάντως. Ἀλλ´ ἡμεῖς ἀγάπης ἔργα ἐπιδειξώμεθα εἰς τοὺς ΘΞἡμετέρους ἐν Χριστῷ ἀδελφοὺς, ἐλεοῦντες τοὺς πενομένους, ἐπιστρέφοντες τοὺς πλανωμένους, ἢν ἂν εἴποις πλάνην τε καὶ πενίαν, ἐκδικοῦντες τοὺς ἀδικουμένους, ἐπιῤῥωννύντες τοὺς ἐν ἀσθενείᾳ κατακειμένους, εἴτε διὰ τῶν αἰσθητῶν τοῦτο πάσχοντας ἐχθρῶν τε καὶ νοσημάτων, εἴτε διὰ τῶν ἀοράτων πονηρῶν πνευμάτων καὶ τῶν τῆς ἀτιμίας παθῶν, ἐπισκεπτόμενοι τοὺς ἐν φυλακῇ καθειργμένους,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
