# Homiliae 43

Gregorius Palamas, Homiliae, 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/43
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/43

ΗΟΜΙΗΙΑvi ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ἠχμαλώτευσε ψυχὴν αὐτοῦ. Διὰ τοῦτο ὁ Ἰώβ φησι· «Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον·» πόσῳ μᾶλλον ἐπὶ ἄσεμνον γύναιον ἀπολελυμένον ἢ συνημμένον; Ἡ μονίαν ἄσκει, ὦ οὗτος, θεοφιλῆ, ἢ συζυγίαν θεόσδοτον. Πῖνε ὕδατα ἀπὸ σῶν φρεάτων, οἱκειότερον δὲ νῦν εἰπεῖν, ἀπὸ σοῦ μόνου φρέατος, καὶ τοῦτο σωφρονικῶς, ἀπέχου δὲ παντελῶς νόθου πόματος· Στυγὸς ἐστιν ὕδωρ, ποταμοῦ τυγχάνει ῥεῖθρον Ἀχέροντος, ἰοῦ θανατηφόρου γέμει, δηλητηρίου δύναμιν κέκτηται· εἰς γὰρ πέταυρον δου, μᾶλλον δὲ τοὺς μυχοὺς αὐτοὺς τοὺς πιόντας κατασπᾷν πέφυκε. Φεῦγε τὸ ἀπὸ χειλέων πορνικῶν μέλι· σεσοφισμένον γάρ ἐστι θάνατον πορνικὸν ἐπαλεῖφον, ὅς ἐστιν ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμός· πρὸς ὅν φησιν ὁ Δαβίδ· «Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.» Ἀνάγκη γοῦν καθαρεύειν, ἢ γοῦν καθαίρεσθαι, καὶ οὕτως ἀμίαντον μένειν διηνεκῶς ταῖς ἐνδεδομέναις ἡδοναῖς ἀρκούμενον, οὗ τὸ σῶμα ναὸς Θεοῦ διὰ τοῦ Πνεύματος γέγονε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτῷ, καὶ πρὸς κτῆσιν μὲν ἀγνοίας καὶ σωφροσύνης σπεύδειν, πορνείας δὲ καὶ πάσης ἀκαθαρσίας ἀποφυγὴν, ἵνα τῷ ἀφθάρτῳ νυμφίῳ ἐν ταῖς ἀκηράτοις παστάσι συνδιαιωνίζωμεν πάντες συνευφραινόμενοι, πρεσβείαις τῆς ἐν παρθενίᾳ τεκούσης αὐτὸν εἰς ἡμῶν σωτηρίαν, ἀειπαρθένου καὶ παναμώμου καὶ ὑπερδεδοξασμένης Μητρός· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΔΙ ΟΜΙΛΑ ϛʹ Προτρεπτικὴ πρὸς νηστείαν· ἐν ᾗ καὶ περὶ τῆς τοῦ κόσμου γενέσεως ὡς ἐν ἐπιτόμῳ. Πολύς ἐστιν εἰς κακίαν εὐμήχανός τε καὶ πολυτροπώτατος, μᾶλλον δὲ παμμήχανος ὁ νοητὸς καὶ ἀρχέκακος ὄφις. Ἕχει δι´ ὧν ἀρχομένην ἐμποδίζει τὴν πρόθεσιν ἡμῶν καὶ τὴν πρᾶξιν τὴν ἀγαθήν· ἂν δὲ μὴ δυνηθῇ τὴν ἁρχὴν ἐμποδίσαι ταύτην, ἄλλας ἐπίσταται μηχανὰς, δι´ ὧν ἀχρειοῖ ταύτην ἐνεργουμένην· ἂν δὲ μηδὲ τελουμένην ἀχρειῶσαι ταύτην περὶ τὰ μέσα που δυνηθῇ, πάλιν ἕτερα σοφίσματα καὶ τρόπους ἑτέρους οἶδε, δι´ ὡν καὶ τελειωθεῖσαν ἐκκινοῖ ταύτην καὶ ἀκερδῆ καθίστησι, μᾶλλον δὲ καὶ ἐπιζήμιον τοῖς μὴ πάνυ προσέχουσι. Καὶ πρῶτον μὲν τὸ ἐπίπονον καὶ δυσκατόρθωτον ὑποδείκνυσι, καὶ ῥᾳθυμίαν ἐντεῦθεν ἡμῖν ἐμποιεῖ καὶ ἀνελπιστίαν, ὡς δυσκόλοις καὶ ἀδυνάτοις ἐπιχειροῦσιν. διὸ μηδὲ δυνησομένοις εἰς ἔργον ἐνεγκεῖν τὴν πρόθεσιμ· ἔτι δὲ καὶ ἀπιστίαν ἐντίκτει τῶν ἐπηγγελμένων παρὰ Θεοῦ τοῖς ἀγωνιζομένοις βραβείων. Ἀλλ´ ἡμεῖς, ἀδελφοὶ, διὰ τῆς κατὰ ψυχήν ἀνδρία, καὶ προθυμίας καὶ πίστεως, τῆς παγίδος ταύτης ὑπεραρθῶμεν, ἐπὶ νοῦν λαβόντες ὡς οὕτε γῆ χωρὶς καμάτων εὐχρήστους ἀναδίδωσι τοὺς καρποὺς, οὔτε ψυχὴ χωρὶς ἀγώνων πνευματικῶν θεοφιλές τι καὶ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
