# Homiliae 47

Gregorius Palamas, Homiliae, 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/47
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/47

καὶ σωτὴρ ἀναφανεὶς τοῦ Ἀβραμιαίου γίνους, ὡς τοῦ ἀνθρωπίνου γένους ὁ Χριστὸς ὕστερον. Ἡλίας δὲ τεσσαρακονθήμερον καὶ αὐτὸς νηστεύσας. Θεὸν ἐπ´ ὄρους ὁρᾷ, οὐκ ἐν πυρί, καθάπερ πρότερον ἡ γερουσία τοῦ Ἰσραήλ, ἀλλὰ διὰ τῆς θεαρέστου νηστείας ὑπερβὰς τὴν ἐν πυρὶ θέαν, ἐν φωνῇ λεπτῆς αὔρας διερχομένης ὁρᾷ τὸν Κύριον, ἐγγυτέρω τῆς δεσποτικῆς φωνῆς γεγονώς· «Πνεῦρα λεγούσης ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν·» ἡ μὲν γὰρ φωνὴ τὴν ἀλήθειαν καὶ τὸ τῆς αὐτοαληθείας κήρυγμα τὸ πάντα περιηχῆσαν τὰ πέρατα· ἡ δὲ διερχομένη αὔρα τὸ πνεῦμα καὶ τὴν χάριν προδιετύπωσεν. Ἀλλὰ καὶ δύναμιν ὁ Ἡλίας ἐκ τῆς ἐν τῇ νηστείᾳ θέας λαμβάνει προφήτην ἀντ´ αὐτοῦ χρίσαι, καὶ δπλῆν αὐτῷ παρασχεῖν τὴν ἡν αὐτὸς ἐκέκτητο χάριν, καὶ μετέωρος ἀπὸ γῆς ἀρθῆναι, πάντως εἰς τύπον σαφῆ τῆς ὕστερον ἀπὸ γῆς εἰς οὐρανὸν γενομένης τῆς Χριστοῦ ἀναλήψεως. Ὁ δὲ Χριστὸς αὐτὸς νικᾷ κατὰ κράτος ἐπὶ´ ἐρημίας νηστεύων τὸν κοινὸν πειραστήν, καὶ τὸ τούτου κατ´ ἀνθρώπων ἀφελόμενος κράτος, καὶ καθελὼν εἰς τέλος τὴν αὐτοῦ τυραννίδα, τὴν ἡμετέραν φύσιν ἐλευθεροῖ καὶ προτίθηπ τοῦτον εἰς παίγνιον πᾶσι τοῖς κατὰ τὸ Εὐαγγέλιον ψψδέψνὼἄανῆεάλωσατας τρμοικις τοὺς ποσμεων καὶ τοὺς κοοι ἰνῶν τωτιιος τολμῶν όσι δι´ ἔργων τὴν χάριν ἐπιγράφει καὶ τὴν ἀλήθειαν. Ὁρᾶτε τῆς νηστείας τὰ δῶρα, καὶ διὰ τίνω, κὰ πίνων καὶ ὅσων ἡμᾶς ἠξίωσεν; Ἀλλὰ καὶ ἀπὸ τοῦ ἐναντίου ταύτης, ὅἐστιν ἡἀδδηφαγία καὶ ἡ ἀκρασία, πάρεστιν ὁρᾷν τὴν ταύτης ἀλήθειαν· ταῖς γὰρ παρελθούσαις δυσὶν ἑβδομάσιν, ἡ ἀδδηφαγία καὶ ἡ ἀκρασία μάλιστα κατεκράτει τῆς πόλεως, καὶ εὐθὺς τὸραχαὶ καὶ κραυγαὶ καὶ μάχαι καὶ θόρυβοι, καὶ σματα πορνικὰ, καὶ χορεύματα σατανικὰ, καὶ ἄσεμνοι γέλωτες· ἐπὶ δὲ τῆς ἑβδομάδος ταύτης ἡ νηστεία παραφανεῖσα πάντα μετεσκεύασεν ἐπὶ τὸ σεμνότερον, καὶ τῶν πόλυδαπάνων φροντίδων τῆς ματαιότητος ἐκβαλοῦσα, καὶ παύσασα τὸν μόχθον τὸν ὑπὶρ μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰε ζωὴν αἰώνιον. Ιοῦ νῦν αἱ τῶν ἀλόγων ζώων σφαγαὶ καὶ αἱ κνίσι σαι, καὶ αἱ παντοδαπαὶ καρυκεῖαι, καὶ αἱ τῶν μαγείρων σπουδαί; ποῦ οἱ περιτρέχοντες τὰς ὁδοὺς. καὶ φωναῖς ἀνάγνοις τὸν ἀέρα μιαίνοντες· ποῦ δί περικτυποῦντες καὶ περιαυλοῦντες τοὺς οίκους καὶ τὰς τραπέζα, καὶ οἱ ἀνακείμενοι καὶ συνεπικρο· τοῦντες, καὶ μετὰ τυμπάνων καὶ αὐλῶν τῶν προκειμένων ἀκρατῶς ἐμφορούμενοι· ποῦ οἱ διομέρεύοντες καὶ διανυκτερεύοντες ἐν συμποσίοις, οἱ κατασκοποῦντες ποῦ πότος γίνεται, οἱ συμπαρ λαμβάνοντες ἀλλήλους ἐπὶ τὴν μέθην, καὶ τὰ ἐκ τῆς μέθης αἰσχρά; Πάντα οἴχεται τὰ κακὰ, πάντα ἀντ·εἰσήχθη τὰ ἀγαθὰ, τῆς νηστείας ἐνδημησάστς· Ἀντὶ τῶν βδελυρῶν ψσμάτων ψαλμὸς νῦν ἱερὸς διὰ στόματος ᾄδεται· ἀντὶ τῶν ἀσέμνων γελώτων κατήφεια νῦν σωτηριώδης καὶ δάκρυα γίνεται· ἀντὶ τῶν ἀτάκτων δρόμων καὶ περιδρόμων κοινὸς ἁπάσῃ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
