# Homiliae 48

Gregorius Palamas, Homiliae, 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/48
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/48

δρόμος εἶς ἐπὶ τὴν ἱερὰν τοῦ Χριστοῦ Ἐκκλησίαν. Ὥαπερ γὰρ ἡ γαστριμαργία τὸν πολυπληθῆ τῶν ᾳΘ ἀμαρτημάτων ἐσμὸν βλαστάνει, οὕτως ἡ νηστεία. ῥίζα πάντων τῶν ἀρετῶν ὑπάρχει, καὶ ἀρχὴ τῶν θείων ἐντολῶν. Ὄντως ἡ ἀκρασία παλαιόν ἐστιν ὁμοῦ καὶ νέον κακὸν, εἰ καὶ τῆς ἀντιῤῥόπου νηστείας μηδὲ κατὰ χρόνον προέχει. Διὰ τὴν ἐν παραδείσῳ τῶν προπατόρων ἡμῶν ἀκρασίαν, καὶ τὴν ἐκεῖ τῆς προγενεστέρας νηστείας ὑπεροψίαν, θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, καὶ ἐβασλευσεν ἡ ἁμαρτία συνεπαγομένη τὴν καταδίκην τῆς ἡμῶν φύσεως ἀπὸ Ἀδὰμ μέχρι Χριστοῦ. Διὰ τὴν ἐν τῇ καθ´ ἡμᾶς οἰκουμένῃ τῶν ἐξ Ἀδάμ ἀκρασίαν, καὶ τὴν τῆς προτέρας σωφροσύνης ὑπεροψίαν ὁ κατακλυσμὸς ἐπῆλθε πάσῃ τῇ γῇ. Τί γάρ φησι τηνικαῦτα πρὸς τὸν Νῶε ὁ Θεός; «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Τί δὲ τῶν κατασεσαρκωμένων ἔργον; οὐ γαστριμαργία καὶ μέθη καὶ τρυφὴ, καὶ τὰ ἐκ τούτων κακά· Διὰ τὴν ἐν Σοδόμοις ἐξάγιστον σπατάλην καὶ ἀκρασίαν οὐρανόθεν αὐτοῖς ὁ ἐμπρησμὸς κατηνέχθη· Τοῦτο γὰρ, φησὶν Ἰεζεκιὴλ ὁ προφήτης, τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλησμονῇ ἄρτων ἐσπατάλων» Ἀπὸ γὰρ τῆς σπατάλης ταύτης καὶ τὴν φύσιν ἀγνοήσαντες εἰς τὰς παρὰ φύσιν ἐξωλίσθησαν μίξεις. Τί τὸν τοῦ Ἰακὼβ Ἠσαῦ πρωτότοκον ὄντα τῶν πρωτοτοκίων ἐστέρησε καὶ τῆς πατρικῆς ἐξέβαλεν εὐχῆς; οὐ λαγνεία καὶ βρώματος παράλογος αἴτησις; Τί τοὺς υἱοὺς Ἡλεὶ τοῦ ἀρχιερέως θανάτῳ κατεδίκασε, καὶ συναποῤῥῆξαι τοῦτον βιαίως τῇ ἀγγελίᾳ τοῦ θανάτου τῶν παίδων τὴν ζωὴν ἐποίησε, μὴ μετ´ ἐπιμελείας τούτους παιδεύοντα τῆς προσηκούσης; οὐχ ἡ τῶν κρεῶν ἐκ τῶν λεβήτων οὐ κατὰ καιρὸν ἀφαίρεσις καὶ χρῆσις; Ἀλλὰ καὶ τὸ τῶν Ἑβραίων ἅπαν γένος, ὅτε Μωῦσῆς ἐπὶ τοῦ ὄρους ὑπὲρ αὐτῶν ἐνήστευε, καθ´ ἑαυτῶν ἀεὶ τρυφῶντες, φαγόντες καὶ πιόντες ἀνέστησαν παίζειν, κατὰ τὸ γεγραμμένον, καὶ τὸ παίγνιον αὐτοῖς εἰδώλου ἦν προσκύνησις· τότε γὰρ ἐνηργήθη αὐτοῖς τὰ τῆς μοσχοποιίας. Οὕτως οὐ μόνης ἀμαρτίας, ἀλλὰ καὶ ἀσεβείας ἡ τρυφὴ παραιτία. Οὐκοῦν καὶ ἡ νηστεία καὶ ἡ ἐγκράτεια, οὐ πρὸς ἀρετὴν μόνον, ἀλλὰ καὶ πρὸς θεοσέβειαν λυσιτελοῦσι· δεῖ γὰρ προσεῖναι τῇ νηστείᾳ τὴν ἐγκράτειαν· διατίτ Ὅτι καὶ ὁ τῶν εὐτελῶν βρωμάτων κόρος κωλύει τὸ καθάρσιον πένθος, καὶ τὴν κατὰ Θεὸν ἐν τῇ ψυχῆ λύπην καὶ τὴν κατάνυξιν, ἦτις ἀμεταμέλητον μετάνοιαν εἰς σωτηρίαν κατεργάζεται· ἄνευ γὰρ συντετριμμένης καρδίας οὐκ ἔστιν ἀληθῶς ἐπιλαβέσθαι τῆς μετανοίας. Συντρίβει δὲ τὴν καρδίαν καὶ πενθεῖν ποιεῖ τὰς οἰκείας ἀμαρτίας ἡ τῆς τροφῆς καὶ τοῦ ὕπνου καὶ τῶν αἰσθήσεων κατὰ Θεὸν συστολή. Καθάπερ οὗν ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος ἐκεῖνος, εἰπὼν ἑαυτῷ, ὃάγε, πίε, εὐφραίνου, ἄξιον ἑαυτὸν ὁ ἄθλιος ἐποίησε τῆς αἰωνίου φλογὸς, ἀνάξιον δὲ καὶ τῆς παρούσης ζωῆς, οὕτως ἡμεῖς, ἀδελφοὶ ἀντιστρόφως εἴπωμεν ἡμῖν αὐτοῖς ἐγκρατεύεσθαι καὶ νηστεύειν, ἐγρηγορέναι τ· καὶ συστέλλεσθαι, καὶ ταπεινοῦσθαι καὶ κακοπαθεῖν ὑπὲρ τῆς σωτηρίας ἡμῶν· οὕτω γὰρ καὶ τὴν παροῦσαν ζωήν καλῶς καὶ θεοφιλῶς διανύσομεν,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
