# Homiliae 49

Gregorius Palamas, Homiliae, 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/49

καὶ τὴν αἰώνιον εὐζωίαν κληρονομέσομεν· ἦς γέ νοιτο γάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει δόξα. κράτος. τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦΠατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Ζʹ. Ἑτέρα, Περὶ νηστείας, Ἐδὺ μὲν ὀφθαλμοῖς θέαμα γαληνιῶσα θάλασσα, καὶ φωτὶ φαιδρῷ λαμπομένη καὶ λαμπρυνομένη. καὶ τῷ λείῳ τῆς ἐπιφανείας πρὸς τὴν αὐγὴν ἀντιλάμπουσα· πολλῷ δὲ τερπνότερον οὐχ ὁρᾷν μόνον, ἀλλὰ καὶ προσλαλεῖν Ἐκκλησίᾳ κατὰ Θεὸν ἠθροισμένῃ, θορύβων ἀπηλλαγμένῃ. καὶ τῷ θείῳ φωτὶ μυστικῶς καταλαμπομένῃ, καὶ πρὸς τὴν ἐκεῖθεν αὐγὴν ἀνεπτερωμένῃ, καὶ χεῖρας ἀνατεταμένῃ καὶ ὀφθαλμοῖς αἴσθησίν τε πᾶσαν καὶ τὴν διάνοιαν. Ἐπεὶ δή μοι τοίνυν ἡ τοῦ Πνεύματος χάρις ταύτην σήμερον ἐχαρίσατο τὴν ἐπέραστον θέαν, καὶ πάρεστε πάντες ὑμεῖς αυνδιανυκτερεύοντες καὶ συνδιημερεύοντες ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ τῆ κατ´ αὐτὸν νῦν ὑμῶν ἀνελλιπεῖ προσεδρείᾳ, πάρεστιν ὁρᾷν ὑμᾶς, καθάπερ ὑπερκόσμιά τινα δένδρα, παρὰ τὰς διεξόδους πεφυτευμένα τῶν ὑδάτων τοῦ Πνεύματος· φέρε καὶ αὐ τὸς συνεργήσω πρὸς δύναμιν ταῖς ἐκεῖθεν ἀρδείαις, καὶ καθάπερ καλιὰν τὰς μηχανὰς ὑμῖν ἐμφανέστεΙΟΜΙΙΑ ΝΙΗ. ρον ἀποδεικνύντες, δι´ ὧν οὐ τὴν νηστείαν μόνον, ἀλλὰ καὶ τὴν προσευχὴν ἡμῶν ὁ πολέμιος της Ρ τηρίας ἡμῶν ἐπιχειρεῖ παντοδαπῶς ἀχρειοῦν. Ἔστιν οὖν, ἀδελφοί, καὶ ἄλλη πλησμονὴ καὶ μέθη πονηρὰ, ἥτις οὐκ ἀπὸ τῶν βρωμάτων οὐδὲ ἀπὸ τῶν «πομάτων γίνεται καὶ τῆς ἐν τούτοις τρυφῆς, ἀλλὰ ἀπὸ τῆς εἰς τὸν πλησίον ὀργῆς, καὶ τοῦ μίσους, καὶ τῆς μνησικακίας, καὶ τῶν ἀπὸ τούτων τικτομένων κακῶν περὶ ὧν καὶ ὁ Μωϋσῆς ἐν τῇ ᾠδῇ φησι, «Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.» Δι´ ἃ καὶ ὁ προφήτης Ἰσαὶας φησίν· «Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου·» καὶ πάλιν ὁ αὐτὸς παραγγέλλει λέγων··Μὴ εἰς μάχας νηστεύετε.» Ἀλλὰ καὶ πρὸς τοὺς οὕτω νηστεύοντας ὡς ἀπὸ τοῦ Κυρίου φησίν· «Ἐἀν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, οὐδ´ οὕτω καλέσετε νηστείαν δεκτὴν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι ὑμῶν· καὶ ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ´ ὑμῶν.» Ταύτην οὖν τὴν ἀπὸ τοῦ μίσους μέθην, τὴν παντὸς μᾶλλον τῆς θείας ἀποστροφῆς αἰτίαν, ἐμποιεῖν διάβολος ἐπιχειρεῖ τοῖς προσευχομένοις τε καὶ νηπεύωτι καὶ τῶν αἰτιαμάτων ὑποβάλλει τὴν μνήμην, καὶ τοὺς λογισμοὺς κινεῖ πρὸς μνησικακίαν, καὶ πρὸς καταλαλιὰν ὀξύνει τὴν γλῶσσαν, τοιούτους εῖναι παρασκευάζων, οἷον ὁ Δαβὶδ ὑπογράσει τὸν ἐν κακίᾳ εὐχόμενον, λέγων· «Ἀνομίαν ὅλην τὴν ἡμέραν ἐλογίσατο, ἡ γλῶσσα αὐτοῦ ὡσεὶ ξηρν ἠκονημένον»· καὶ ἀφ´ ὧν ῥυσθῆναι προσεύχετα πρὸς τὸν εὸν, λέγων· «Ἐξελοῦ με, Κύριε, ἐξ ἀνiἱε ετΠ.» θρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· οἵτινες ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεωα·· ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.» οοηοο ΟΟΘί

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
