# Homiliae 54.8-19

Gregorius Palamas, Homiliae, 54.8 to 54.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/54.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/54.8

Μονάς ἡ αὐτὴ καὶ Τριὰς παντοδύναμος· Πατὴρ ἄχρονος καὶ ἄναρχος καὶ ἀίδιος, μόνος αἰτία καὶ ῥίζα τῆς ἐν Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένης θεότητος· οὐ μόνος δημιουργὸς, ἀλλὰ μόνος ἐνὸς Υἱοῦ Πατὴρ, καὶ Πνεύματος ἀγίου προβολεύς· ἀεὶ ὤν, καὶ ἀεὶ ὢν Πατὴρ, καὶ ἀεὶ ὧν Πατήρ τε καὶ προβολεύς· οὗ Υἱὸς εἷς συναΐδιος αὐτῷ καὶ κατὰ χρόνον συνάναρχος· οὐκ ἄναρχος δὲ, ὡς γεννήτορα καὶ ῥίζαν καὶ πηγὴν καὶ ἀρχὴν ἔχων τὸν Πατέρα, ἐξ οὗ μόνου πρὸ πάντων τῶν αἰώνων ἀσωμάτως, ἀπαθῶς, ἀῤῥεύστως, γεννητῶς προῆλθεν, ἀλλ´ οὐ διῃρέθη· Θεὸς ὢν ἐκ Θεοῦ, οὐκ ἄλλος μὲν, καθὸ Θεὸς, ἄλλος δὲ καθὸ Υιός· ἀεὶ ὢν, καὶ ἀεὶ ὢν Υἱὸς, καὶ ἀεὶ πρὸς τὸν Θεὸν ἀσυγχύτως ὥν· λόγος ζῶν, φῶς ἀληθινὸν, ἐνυπόστατος σοφία, αἰτία καὶ ἀρχὴ τῶν γεγονότων πάντων, ὡς δι´ αὐτοῦ πάντων γεγονότων· ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων, καθάπερ ο προφῆται προηγόρευσαν, ἑαυτὸν ἐκένωσε, μορ. φὴν τὴν καθ´ ἡμᾶς δι´ ἡμᾶς λαβὼν, καὶ ἐκ ἀειπαρθένου Μαρίας εὐδοκίᾳ τοῦ Πατρὸς. καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κυηθεὶς καὶ γεννηθεὶς, καὶ ὡς ἀληθῶς ἐνανθοωπήσας γέγονεν ὅμοιος ἡμῖν κατὰ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
