# Homiliae 55

Gregorius Palamas, Homiliae, 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/55

πάντα, χωρὶς ἀμαρτίας, μείνας ὅπερ ἦν Θεὸς ἀληθινὸς ἐν μιᾷ ὑποστάσει καὶ μετὰ τὴν ἐνανθρώπησιν· ἐνεργῶν τὰ θεῖα πάντα ὡς Θεὸς, καὶ τὰ ἀνθρώ πινα πάντα ὡς ἄνθρωπος, καὶ τοῖς ἀδιαβλήτοις ἀνθρωπίνοις ὑποκείμενος πάθεσιν· ἀπαθὴς μὲν καὶ ἀθάνατος ὢν καὶ διαμένων ὡς Θεὸς, ἑκὼν δὲ δι´ ἡμᾶς σαρκὶ παθὼν ὡς ἄνθρωπος, καὶ σταυρωθείς, καὶ θανὼν, καὶ ταφεὶς, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς καὶ διὰ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· καὶ μετὰ τὴν ἀνάστασιν ἐπιφανεὶς, καὶ εἰς τὸν οὐρανὸν ἀναληφθείς, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Πατρὸς, ὁμότιμον καὶ ὁμόθρονον, ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα, μεθ´ οὖ πάλιν φυράματος ἥξειν μετά δόξης μέλλει κρῖναι ζῶντας καὶ νεκροὺς, πρὸς ζωήν ἐπανελθόντας τῇ δυνάμει τῆς αὐτοῦ παρουσίας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο καὶ ἡμεῖς τὸ παρ´ ἡμῶν αὐτοῦ πρόσλημμά τε καὶ φύραμα αἰσθητόν τε καὶ περιγραπτὸν εἰδότες, εἰκονίζομεν καὶ προσκυνοῦμεν εὐσεβῶς, καὶ τὴν αὐτὸν ἐν παρθενίᾳ τεκοῦσαν, καὶ τοὺς αὐτῷ τελείως εὐαρεστήσαντας. Τούτου τὰ τῶν παθῶν σύμβολα, καὶ μάλιστα τὸν σταυρὸν, καὶ τιμῶμεν καὶ προσκυνοῦμεν ὡς τρόπαια θεῖα κατὰ τοῦ κοινοῦ πολεμίου. Τούτου τὴν ἀνάμνησιν ὁσημέραι κατὰ τὴν αὐτοῦ ἐντολὴν ποιούμενοι, καὶ ἱερουργοῦμεν τὰ θειότατα, καὶ μετέχομεν τούτων. Γούτου κατὰ τὴν παραγγελίαν πρὸ πάντων βαπτιζόμεθά τε καὶ βαπτίζομεν εἰς ἓν ὄνομα σεπτὸν τε καὶ προσκυνητὸν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἀγίου Πνεύματος. Ἑκ γὰρ τοῦ ἀιδίου καὶ ἀνάρχου Πατρὸς καὶ τὸ ἄγιον ἐκπορεύεται Πνεῦμα, συνάναρχον μὲν ὃν Πατρί τε καὶ Υἱῷ ὡς ἄχρονον, οὐκ ἄναρχον δέ, ὡς καὶ αὐτὸ ῥίζαν καὶ ἀρχὴν καὶ ἄ αἰτίαν ἔχον τὸν Πατέρα, ἐξ οὗ πρὸ πάντων τῶν αἰώνων ἀῤῥεύστως. ἀπαθῶς, ἐκπορευτῶς, προῆλθεν ἀδιαίρετον ὃν Πατρός τε καὶ Υἱοῦ, ὡς ἐκ Πατρὸς προερχόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον· ἀσύγχυτον καὶ τὴν ἕνωσιν ἔχον καὶ ἀμέριστον τὴν διαίρεσιν. Θεὸς ὃν καὶ αὐτὸ ἐκ Θεοῦ, οὐκ ἄλλος μὲν καθὸ Θεὸς, ἄλλος δὲ Παράκλητος, καθὸ Πνεῦ ἡμα ἅγιον αὐθυπόστατον, ἐκ Πατρὸς τὴν ὕπαρξιν ἔχον, καὶ δι´ Υἱοῦ πεμπόμενον, εἰς ἀπαρχὴν ζωῆς αἰωνίου, καὶ ἀῤῥαβῶνα τῶν μελλόντων καὶ ἀεὶ μενόντων ἀγαθῶν· αἴτιον καὶ αὐτὸ τῶν γεγονότων πάντων, ὡς ἐν αὐτῷ πάντων γεγονότων. Τὸ αὐτὸ καὶ ἀπαράλλακτον Πατρί τε καὶ Υἱῷ, χωρὶς τῆς ἀγεννησίας και τῆς γεννήσεως. Ἐπέμφθη δὲ παρὰ τοῦ Υἱοῦ πρὸς τοὺς οἰκείους μαθητὰς, τουτέστι πεφανέρωται· πῶς γὰρ ἂν ἄλλως ἐπέμφθη τὸ πανταχοῦ παρὸν, καὶ τοῦ πέμποντος μὴ χωριζόμενον; Διὸ μὴ μόνον παρὰ τοῦ Υἱοῦ, ἀλλὰ καὶ παρὰ τοῦ Πατρὸς πέμπεται, καὶ παρ´ ἑαυτοῦ ἔρχεται· κοινὸν γὰρ ἔργον ἡ ἀποστολὴ, δηλονότι ἡ φανέρωσις, Πατρὸς, Υἱοῦ καὶ Πνεόματος. Φανεροῦται δὲ οὐ κατὰ τὴν οὐσίαν· οὐδεὶς γάρ ποτε Θαοῦ φύσιν ἢ εἶδεν, ἢ ἐξηγόρευσεν, ἀλλὰ κατὰ τὴν χάριν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ἥτις κοινή ἐστι Πατρὶς, λἱοῦ καὶ Πνεύματος· ἵδιον μὲν

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
