# Homiliae 56

Gregorius Palamas, Homiliae, 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/56
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/56

γὰρ ἑκάστῳ τούτων ἡ ἑκάστου ὑπόστασις, καὶ τὰ περὶ αὐτήν ὑποστατικῶς θεωρούμενα· κοινὰ δὲ αὐτῶν οὐχ ἡ ἀνέκφαντος καὶ ὑπερώνυμος καὶ ἀμέθεκτος οὐσία μόνον, ἀλλὰ καὶ ἡ χάρις καὶ ἡ δύναμις, καὶ ἡ ἐνέργεια, καὶ ἡ λαμπρότης, καὶ ἡ ἀφθαρσία, καὶ ἡ βασιλεία καὶ πάντα, καθὰ κοινωνεῖ, καὶ κατὰ χάριν ἑνοῦται τοῖς ἀγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις ὁ Θεός· μήτε διὰ τὸ μεριστὸν καὶ διάφορον τῶν ὑποστάσεων, μήτε διὰ τὸ μεριστὸν καὶ ποικίλον τῶν θείων δυνάμεών τε καὶ ἐνεργειῶν τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος ἐκπίπτων. Οὕτω πιστεύωμεν εἰς ἕνα Θεὸν ἐν μιᾷ τρισυποστάτῳ καὶ παντοδυνάμῳ θεότητι, καὶ τοὺς ἐν τοιαύτῃ πίστει τῷ Θεῷ εὐαρεστήσαντας ἀνακηρύττωμεν. Τοὺς δὲ μὴ οὕτω πιστεύοντας, ἀλλ´ ἱδίας αἱρέσεως ἄρξαντας, ἢ τοῖς ἄρξασιν εἰς τέλος ἐπακολουθήσαντας, ἀποβαλλώμεθα. Τοῦτο δέ ἐστε γινώσκοντες, ἀδελφοὶ, ὅτι τὰ πονηρὰ πάθη καὶ τὰ δυσσεβῆ δόγματα διὰ´ ἀλλήλων εἰσάγεται, λαβόντα χώραν ὑπὸ τῆς τοῦ Θεοῦ δικαίας ἐγκαταλείψεως. Ὅτι μὲν οὖν διὰ τῆς δυσσεβείας ὁ πολυπληθὴς ἐσμὸς τῆς ἁμαρτίας λαμβάνει χώραν, ὁ μέγας Παῦλος ἡμᾶς ἐδίδαξε, γράφων περὶ τῶν Ἑλλήνων· «Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἐχειν ἐν ἐπιγνώσει, ἀλλὰ γνόντες τὸν Θεὸν, οὐ, ὡς Θεὸν ἐδόξασαν, Κἢ ηὐχαρίστησαν, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πλεονεξίᾳ, καὶ τοῖς ἑξῆς.» Ὅτι δὲ διὰ τῆς ἁμαρτίας ἡ δυσσέβεια πάλιν εἰσάγεται, διὰ πολλῶν τῶν τοῦτο παθόντων ἀθλίως ἐστὶν ἡ παράστασις. Σολομῶν ἐκεῖνος ἐκδοὺς ἑαυτὸν ταῖς σαρκικαῖς ἡδοναῖς, εἰς εἰδωλολατρείαν ἐξώλισθεν. Ἱεροβοὰμ κατ´ ἄκρας ἡττηθεὶς φιλαρχίας ταῖς χρυσαῖς δαμάλεσιν ἔθυσεν. Ὁ προδότης Ἰούδας φιλαργυρίαν νοσήσας περιέπεσε τῆ θεοκτονίᾳ. Διὰ ταῦτα τοίνυν, ἐπεὶ καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρὰ καὶ ἀσύστατος, καὶ τὰ ἔργα χωρὶς τῆς πίστεως μάτ.ια καὶ ἀνόνητα, συνῆψεν ἡ τοῦ Πνεύματος χάρις σήμερον ἐν τῷ σεπτῷ τῆς νηστείας καιρῷ καὶ τῆς κατ´ ἀρετὴν ἀσκήσεως τὴν ἀνακήρυξιν τῶν ὸρθοτομούντων τὸν λόγον τῆς εὐσεβείας, καὶ τὴν ἀποκήρυξιν τῶν μὴ ὀρθοτομεῖν ἑλομένων, ὡς ἂν ἡμεῖς συνημμένως ἐπ´ ἄμφω σπεύδοντες, καὶ τὴν πίστιν διὰ τῶν ἔργων καὶ ἐπιδειξώμεθα, καὶ τῶν πόνων τὸ κέρδος διὰ τῆς πίστεως κομισώμεθα. Μὴ μόνον δὲ διὰ ἀλλήλων εἰσάγεται τὰ πονηρὰ πάθη καὶ ἡ δυσσέβεια, ἀλλὰ καὶ ἀλλήλοις ἐοίκασι· καὶ ἵνα βραχύ τι πρὸς τὴν ὑμετέραν ἀγάπην εἴπω, περὶ τῶν ἐφ´ ἡμῶν ἀναφανέντων ἑτεροδόξων, καθάπερ ὁ Ἀδὰμ ἀπὸ παντὸς ἐσθίειν ξύλου τοῦ ἐν τῷ παραδείσῳ παρὰ τοῦ Θεοῦ λαβὼν ἐξουσίαν, οὐκ ἠρκέσθη πᾶσιν ἐκείνοις, ἀλλὰ τῇ τοῦ ἀρχεκάκου ὄφτως συμβουλῇ πεισθεὶς, ἀπὸ τοῦ ξύλου ἔφαγεν, οὕ μόνου προσετάχθη μὴ ἅψασθαι· οὕτω καὶ τῶν ἐν τῷ Θεῷ ἀγαθῶν. Καὶ ὄντως ἀγαθοπρεπῶν δωρεῶν, εἰς μέθεξιν ὑπ´ αὐτοῦ προκειμένων τοῖς βουλομένοις, κατὰ τὸν εἰπόντα· Πάντα ὅσα ὁ Θεὸς καὶ ὁ διὰ τῆς χάριεος τεθεωμένος ἔσται, χωρὶς τῆς κατ´ οὐσίαν ταὐτότητος. Εἰσὶν οἷ καὶ αὐτῆς τῆς ὑπερουσίου οὐσίας

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
