# Homiliae 60

Gregorius Palamas, Homiliae, 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/60
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/60

ἑστὶν, ὡς ἐκ τῆς τῶν Νινευϊτῶν ἐπιστροφῆς ἐδιδάχθημεν· οὐδὲν οὕτω νεκροποιὸν ὡς ἡ γαστριμαργία ἐστί· καὶ δείκνυσιν ὁ περὶ τοῦ ἀσώτου ἐπιστρέψαντος εἰπών· «Οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν, ἀπολωλὼς ἠν, καὶ εὐρέθη·» συώδη γὰρ βίον ἠσπάσατο, καὶ συῶν ἥδετο βορβόρῳ, παρασυνεβλήθη τούτοις, καὶ ὡμοιώθη αὐτοῖς, τὴν πρὸς Θεὸν ὁμοίωσιν ἀποθέμενος. Κατὰ δὲ τὸν μέγαν Ἰὼβ οὐ κτήνεσιν ὡμοιώθη μόνον, ἀλλὰ καὶ τοῖς ἐν ὑδοηλοῖς χωρίοις παντελῶς ἀναισθήτοις, βουτόμῳ τε καὶ παπύρῳ καὶ τῷ καλάμῳ, ἐν οἷς καὶ κοιμᾶται ὁ παμφάγος Λευΐαθάν. Ἐν γὰρ τοῖς ὑγροβίοις τὸ νοητὸν τοῦτο κῆτος ἐπαναπαύεται. Ἡν ὑγρότητα ὁ Δαβὶδ ἀπελαύνων διὰ τῆς ἐγκρατείας τῆς οἰκείας ζωῆς, «Ἐξηράνθη, φησίν, ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν, τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι´ ἔλαιον.» Διὸ καὶ τὴν τῆς δεξιᾶς τοῦ Ὑψίστου ἠλλοιοῦτο ἀλλοίωσιν, αὐτῷ ἐαυτὸν ὅλον ἀναθέμενος, καὶ ἑαυτὸν διὰ παντὸς ἐνώπιον αὐτοῦ προορώμενος καὶ τὴν τῆς οἰκείας καρδίας μελέτην, ἐκεῖνον διὰ παντὸς ἔχων ἐνώπιον. Τοῦτο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησώμεθα, καὶ μὴ μόνον τῆς ὑγρᾶς καὶ διακεχυμένης ζωῆς ἑαυτοὺς ἀποστήσωμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν νηστείαν καὶ ψαλμῳδίαν καὶ προσευχὴν, ὡς αὐτοῦ παρόντος καὶ ἀφορῶντος τοῦ Θεοῦ ποιώμεθα· εἰδότες, ὡς οὔτε νηστεία, οὔτε ψαλμῳδία, οὔτε προσευχὴ σώζειν ἡμᾶς καθ´ ἐαυτὰ δύναται, ἀλλὰ τὸ ἐνώπιον ἐκτελεῖσθαι ταῦτα τοῦ Θεοῦ· οὔτω γὰρ οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἁγιάζουσιν ἡμᾶς, ὡς ὁ ἤλιος θερμαίνει τὰ ὑπ´ αὐτοῦ καταλαμπόμενα. Ἐνώπιον δὲ ταῦτα γίνεται Θεοῦ, ὅταν ἀτενῶς ἡ διάνοια ἐκείνῳ ἐνορᾷ, καὶ διὰ τὸ πρὸς αὐτὸν ὁρᾷν καὶ νηστεύῃ καὶ ψάλλῃ καὶ προσεύχηται· ὅταν γὰρ ἐν τῇ προσευχῇ καὶ ψαλμῳδίᾳ ποτὲ μὲν ὁ νοῦς συντείνηται πρὸς τὸν Θεὸν, ποτὲ δὲ διαπίπτῃ καὶ μετεωρίζηται, δεῖ νοεῖν, ὡς οὔπω ἀνεθήκαμεν ἑαυτοὺς ὅλους τῷ Θεῷ, οὐδὲ ἐν τῷ νόμῳ Κυρίου πᾶς ὁ σκοπὸς τῶν πραττομένων ἐφ ἡμῶν ἐστι· διὰ τοῦτο καθ´ ὅσον τῶν τῆς δικαιοσύνης ἔργων ἀποπίπτομεν, κατὰ τοσοῦτον ἐνώπιον τῶν τοῦ Θεοῦ ὁφθαλμῶν παραμένειν οὐ δυνάμεθα· «Οὐ γὰρ διαμενοῦσι, φησί, παράνομοι κατέναντι τῶν κείμενοι, τὸν δυνάμενον μάλαγμα καὶ καταδέσμους Κύριον. ὁφθαλμῶν σου.» Ὅμως μέντοι τετραυματισμένοι Μὴ τοίνυν ἀνήσωμεν, παρακαλῶ, νηστείαις καὶ εὐχαῖς καὶ δάκρυσι, καὶ πᾶσι τρόποις αὐτὸν ἐπιβοώμενοι, μέχρις ἂν ἐγγίσῃ καὶ ἰάσηται ἡμᾶς· δείξωμεν καὶ δι´ ἔργων νυμφίον πλουτοῦντες Χριστὸν, καὶ τοῦτον ἀποδημοῦντα νῦν ἀφ´ ἡμῶν, καὶ ἐν τοῖς ἐπουρανίοις κρυπτόμενον δι´ ἐλπίδος ἀπεκδεχόμενοι· «Ὅταν γὰρ, φησὶν, ἀπαρθῇ ἀπ´ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν.» Ὅθεν δῆλον ὡς ἐν ἐγκρατείᾳ τε καὶ νηστείᾳ παντὸς εἶναι τοῦ βίου χρὴ τοὺς ἀπὸ Χριστοῦ καλουμένους, μετ´ ἀγαθῆς ἐλπίδος τὴν αὐτοῦ προσδοκῶντας φρικτὴν παρουσίαν. Νηστεύσωμεν δὲ μᾶλλον ἐν ταύταις ταῖς ἡμέραις, καὶ παντοίως

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
