# Homiliae 62

Gregorius Palamas, Homiliae, 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/62

ἡμερῶν ἄΦοὖτός ἐστιν ὁ καιρὸς, ἢ τεσσαρακοστὴ τῶν ἡμερῶν αὔτη. Εἰ δὲ καὶ πᾶς ὁ τῶν ἀνθρώπων βίος πρὸς σωτηρίας πορισμόν ἐστιν ἐπιτήδειος, πολλῷ μᾶλλον ὁ καιρὸς οὗτος τῆς νηστείας ἐστίν· ἐπεὶ καὶ ὁ ἀρχηγὸς καὶ χορηγὸς τῆς σωτηρίας ἡμῶν Χριστὸς ἀπὸ νηστείας ἐποιήσατο τὴν ἀρχὴν, καὶ ἐν τῷ σταδίῳ ταύτης τὸν δημιουργὸν τῶν παθῶν, παντοίως προσβαλόντα, κατεπάλαισε καὶ κατῄσχυνε διάβολον· ὥσπερ γὰρ ἡ τῆς γαστρὸς ἀκρασία τῶν ἀρετῶν ἀναιρέτις οὐσα γεννήτριά τῆς ἐμπαθείας ἐστὶν, οὔτω καὶ ἡ ἐγκράτεια τοὺς ἐκ τῆς ἀκρασίας μολυσμοὺς ἀναιροῦσα γεννήτριά τῆς ἀπαθείας ἐστίν. Εἰ δὲ μήπω τὰ πάθη ἐν ἡμῖν ὄντα προξενεῖ τε καὶ προεξένησεν ἡ ἀκρασία, πῶς ὄντα οὐκ αὐξήσει τε καὶ στηρίξει, ὥσπερ ἡ νηστεία μειώσει ταῦτα καὶ ἀφανίσει; Συζυγεῖς δὲ ἀλλήλαις εἰσὶν ἡ τε νηστεία καὶ ἡ ἐγκράτεια, κἂν ἄλλοτε ἄλλη τοί συνετῶς μετιοῦσιν εὐκαίρως πλεονεκτῇ. Ταύτας οὖν καὶ ἡμεῖς ἀρτίως ἀλλήλων μὴ διαζεύξωμεν, ἀλλὰ τῇ μὲν σεπτῇ μεταξὺ πεντάδι τῶν τῆς ἑβδομάδος ἡμερῶν μᾶλλον ἀντεχώμεθα τῆς νηστείας, Σαββάτου δὲ καὶ Κυριακῆς τῇ ἐγκρατείᾳ μᾶλλον ἢ τῇ νηστείᾳ προσέχωμεν, ὡς ἂν συνετῶς ἀκροώμεθα τῶν εὐαγγελικῶν ῥημάτων, ἂ σήμερον ἀπαγγελεῖ τὴν τοῦ παραλύτου θαυμαστὴν ἵασιν, οὐ τὴν ἐν Ἱεροσολύμοις, ἀλλὰ τὴν ἐν Καπερναοὺμ ὑπὸ τοῦ Κυρίου γεγενημένην. Τῷ γὰρ καιρῷ ἐκείνῳ φησὶν ὁ θεηγόρος Μάρκος, «Εἰσῆλθε πάλιν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ δι´ ἡμερῶν.» Ταύτην δὲ τὴν Καπερναοὺμ ἰδίαν πόλιν τοῦ Κυρίου ὁ Ματθαῖός φησι· τὰ γὰρ κατὰ τὸν παράλυτον τοῦτον κἀκεῖνος ἱστορῶν, «Ἦλθε, φησὶν, ὁ Ἰησοῦς εἰς τὴν ἰδίαν πόλιν·» μετὰ γὰρ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου, καὶ τὸ Πνεῦμα οὐρανόθεν ἐπ´ αύτὸν καταπτῆναι, εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πρὸς πεῖραν ἐξάγεται, καὶ μετὰ τὸ νικῆσαι τὸν πειραστὴν ἐπανελθὼν ἐγγὺς Ἰορδάνου περιῄει διδάσκων, καὶ ὑπὸ τοῦ Βαπτιστοῦ πολλαχῶς μαρτυρούμενος, μέχρις ὅτου ὁ Ἰωάννης ὑπὸ Ἡρῴδου κατάκλειστος γέγονε. Τότε δὲ, ὡς ὁ Ματθαῖός φησιν, «Ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπῶν τὴν Ναζαρὲτ, ἐλθὼν κατώκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν.» Ἐξήρχετο οὖν ἀπ´ αὐτῆς εἴς τε τὰς ἐρήμους προσευχῆς χάριν, καὶ εἰς τὰς τῶν γειτόνων κωμοπόλεις κηρύσσων, καὶ πάλιν ἐπανήρχετο πρὸς αὐτήν. Διὰ τοῦτο Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς ἰδίαν εἶπε ταύτην πόλιν αὐτοῦ· ὁ δὲ Μάρκος, «Εἰσῆλθε, φησί, πάλιν εἰς Καπερναοὺμ δι´ ἡμερῶν. Καὶ ἤκουσαν ὅτι εἰς οἶκόν ἐστι, καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν·» τὴν γὰρ διατριβὴν ὡς ἐπὶ πλεῖστον ἐκεῖ ποιούμενος διὰ πολλῶν καὶ μεγάλων καὶ θαυμάτων καὶ λόγων ἐπεγνώσθη μειζόνως, διὸ καὶ ἐποθεῖτο διαφερόντως. Ὡς οὖν ἤκουσαν ὅτι πάρεστι πάλιν, πανδημεὶ συνέῤ ῥευσαν· ὡς δὲ ὁ Λουκᾶς φησι, καὶ ἀπὸ πάσης πόλεως ἦσαν οἱ συνελθόντες, ἐν οἷς καὶ Γραμματεῖς ἦσαν καὶ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, καὶ ἐλάλει αὐτοῖς, φησί, τὸν λόγον· οὗτος γὰρ ἦν αὐτῷ προηγούμενον ἔργον, ὃ καὶ παραβολικῶς ἐδήλωσεν εἰπών·

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
