# Homiliae 65

Gregorius Palamas, Homiliae, 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/65
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/65

τῶν Γραμματέων διαλογισμοῖς, ἔστι δ´ ὢς καὶ συμφωνεῖ· ὅτι μὲν γὰρ οὐδεὶς ἀνθρώπων παρ´ ἑαυτοῦ δύναται ἀφιέναι ἀμαρτίας, ἀληθὲς εἰναι δείκνυσιν. Ἐκεῖνο δὲ τῶν φαρισαίων ψευδὲς καὶ ἀσύνετον, ὅτι ψιλός ἐστιν ἄνθρωπος ὁ Χριστὸς, ἀλλ´ οὐ Θεὸς παντοδύναμος· ὃ γὰρ οὐδέποτέ τις εἶδεν, οὐδὲ ἤκουσε, νῦν ἀνεφάνη Θεὸς καὶ ἄνθρωπος αὐτὸς, διττὴν καὶ τὴν φύσιν ἔχων καὶ τὴν ἐνέργειαν, καὶ λαλῶν μὲν καθ´ ἡμᾶς ὡς ἄνθρωπος, ποιῶν δὲ ὅσαθέλει λόγῳ καὶ προστάγματι μόνῳ ὡς Θεός· καὶ διὰ τῶν ἔργων πιστούμενος, ὅτι καὶ τὴν ἀρχὴν αὐτὸς τὰ πάντα κατὰ τὸ ὡαλμικόν· «Εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν·» ὅ καὶ νῦν τῷ λόγῳ τούτῳ παραχρῆμα τὸ ἔργον ἐπηκολούθησεν· ἠγέρθη γὰρ εὐθὺς ὁ παραλυτικὸς, «Καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας.» Ἡ μὲν γὰρ τῶν πταισμάτων ἄφεσις καὶ παρὰ τῶν ἀνθρώπων εἰς οὐς ἄν τις πταίσῃ πολλάκις διὰ λόγου τελεῖται νάσον δὲ, καὶ ταῦτα τοιαύτην φυγαδεῦσαι προστάγματι καὶ λόγῳ μόνῳ μόνου Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Εὐαγγελιστὴς ἐπισημαίνεται λέγων ἐκστῆναι πάντας τοὺς ἰδόντας, καὶ δοξάζειν τὸν Θεόν· αὐτὸν πάντως ΕΙ τὸν τοῦ παραδόξου τούτῳ ποιητὴν, μᾶλλον δὲ τὸν ἔνδοξα ποιοῦντα καὶ ἐξαίσια, ὡν οὐκ ἔστιν ἀριθμὸς, λέγοντας· «Ὅτι οὐδέποτε οὕτως εἴδομεν.» Ἀλλ´ ἐκεῖνοι μὲν οὕτως λόγῳ τὴν δόξαν ἀποδιδόντες, καὶ τὸ θαῦμα μεῖζον τῶν προγεγονότων ἐπιδεικνύντες, ἔλεγον, Οὐδέποτε οὕτως εἴδομεν. Ἡμεῖς δὲ οἱ μὴ τοῦτο λέγειν ἔχοντες νῦν· εἴδομεν γὰρ πολλὰ καὶ μείζω τούτῳ πολλῷ, οὐ παρὰ Χριστοῦ μόνον, ἀλλὰ καὶ τῶν αὐτοῦ μαθητῶν, καὶ τῶν ἑξῆς διαδόχων, καὶ μόνῃ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπικλήσει τελούμενα· ἡμεῖς οὖν, ἀδελφοὶ, δι´ ἔργων αὐτὸν ἀρτίως δοξάσωμεν, ὑπόδειγμα πρὸς ἀρετὴν ἀναγωγικῶς καὶ τὸ θαῦμα τοῦτο λαμβάνοντες· ἕκαστος γὰρ τῶν ταῖς ἡδοναῖς προσκειμένων παράλυτός ἐστι τὴν ψυχὴν ἐπὶ κλίνης τῆς ἡδυπαθείας καὶ τῆς ἐν ταύτῃ κατὰ σάρκα δοκούσης ἀνέσεως κείμενος. Ἀλλ´ ὅταν πεισθεὶς ταῖς εὐαγγελικαῖς παραινέσεσιν, ἐξομολογούμενος θριαμβεύῃ τὰς ἑαυτοῦ ἀμαρτίας, καὶ τὴν ἐντεῦθεν τῆς ψυχῆς αὐτῷ γενομένην παράλυσιν, ὑπὸ τῶν τεσσάρων τούτων αἰρόμενος φέρεται πρὸς τὸν Κύριον, τῆς οἰκείας καταγνώσεως, τῆς τῶν προημαρτημένων ἐξαγορεύσεως, τῆς εἰφπὸ ἑξῆς πρὸς ἀπογὴν τῶν κακῶν ὑποσχέσεως, καὶ τῆς πρὸς τὸν Θεὸν δεήσεως. Ἀλλ´ οὐ δύναται ταῦτα προσεγγίσαι τῷ Θεῷ, ἂν μὴ τὸν ὄροφον ἀποστεγάσωσι, τὰς κεράμους καὶ τὸν χοῦν καὶ τὴν ἄλλην ὕλην διαῤῥίψαντες. Ὄροφος δέ ἐστιν ἐν ἡμῖν τὸ λογιστικὸν τῆς ψυχῆς, ὡς τῶν ἐν ἡμῖν πάντων ὑπερκείμενον· ἔχει δὲ τοῦτο πολλὴν ὥσπερ ὕλην ἐπικειμένην τὴν πρὸς τὰ πάθη καὶ τὰ γήῖνα σχέσιν. Ὅταν οὖν ἡ σχέσις αὕτη διὰ τῶν προειρημένων τεσσάρων λυθῇ καὶ ἀποτιναχθῇ, τότε ὡς ἀληθως δυνάμεθα χαλασθῆναι, τουτέστιν ἀληθῶς ταπεινωθῆναι καὶ προσπεσεῖν καὶ προσεγγίσαι τῷ Κυρίῳ. καὶ αἰτῆσαι καὶ λαβεῖν παρ´ αὐτοῦ τὴν ἴασιν. Γίνεται δὲ ταῦτα τὰ τὴς μετανοίας ἔργα πότε· ὅτε ἦλθεν ὁ Ἰησοῦς ἐπὶ τὴν ἰδίαν πόλιν, τουτέστι οοωροῶΟΟΘς

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
