# Homiliae 70

Gregorius Palamas, Homiliae, 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/70
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/70

θεωρίᾳ τοῦ Θεοῦ γενώμεθα· ὅταν γὰρ διὰ τῆς πνακτικῆς προσβῶμεν τῇ θεωρίᾳ, καὶ τὸν ἐντὸς ἡμῶν ἄνθρωπον καλλιεργῶμεν καὶ ἀνακαθαίρωμεν, ἀναζητοῦντες τὸν ἡμῖν αὐτοῖς κεκρυμμένον θεῖον θησαυρὸν, καὶ ἀναθεωροῦντες τὴν ἐντὸς ἡμῶν οὖ σαν βασιλείαν τοῦ Θεοῦ, τότε ἡμεῖς σταυρούμεθα τῷ κόσμῳ καὶ τοῖς πάθεσι. Θέρμη γάρ τις ἐγγίνεται τῇ καρδίᾳ διὰ τῆς μελέτης ταύτης, ὡς μυίας τοὺς πονηροὺς ἀποσοβοῦσα λογισμοὺς, καὶ πνευματικὴν εἰρήνην καὶ παράκλησιν ἐμποιοῦσα τῇ ψυχῇ, καὶ τὸν ἁγιασμὸν τῷ σώματι παρέχουσα, κατὰ τὸν εἰπόντα· «Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἑν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Καὶ τοῦτό ἑστιν, ὃ καί τις τῶν θεοφόρων ἡμῶν Πατέρων ἐδίδαξεν ἡμᾶς λέγων· Πᾶσάν σου σπουδὴν ποίησον, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾗ, καὶ νικήσεις τὰ ἔξω πάθη. Πρὸς τοῦτο καὶ ὁ μέγας Παῦλος ἡμᾶς προτρεπόμενος, «Πνεύματι περιπατεῖτε, φησὶ, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Διὸ καὶ ἀλλαχοῦ παραγγέλλει γράφων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθεία,» ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν ἐπιῤῥωννύντος καὶ περιέποντος, καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἀποσοβοῦντος· ὁ γὰρ μέγας Πέτρος ἡμῖν ὑποδείκνυσιν ἐμφανέστερον, τίς ἡ ὀσφὺς αὕτη, καὶ τίς ἡ ἀλήθεια. «Ἀναωσάμενοι γὰρ, φησὶ, τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν ἐπιφερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριτοῦ. Ἐπεὶ τοίνυν τὰ πονηρὰ πάθη καὶ τὸν κόσμον τῆς ἀμαρτίας οὐκ ἔνι τελείως ἐξ ἡμῶν φυγεῖν, καὶ μὴ ἐν ἡμῖν ἐνεργεῖν λογιστικῶς, εἰ μὴ ἐν θεωρίᾳ τοῦ Θεοῦ γενοίμεθα, διὰ τοῦτο σταυροῦ μυστήριόν ἐστι καὶ ἡ τοιαύτη θεωρία, σταυροῦσα τῷ κόσμῳ τοὺς ἑαυτῆς ἠξιωμένους. Οὕτως οὖν καὶ ἡ κατὰ Μωϋσῆν ἐκείνη τῆς καιομένης βάτου θεωρία σταυροῦ μυστήριον ἦν, τοῦ κατὰ τὸν Ἀβραὰμ ἐκείνου μυστηρίου μεῖζον καὶ τελειότερον. Ἃρ´ οὖν Μωϋσῆς μὲν ἐμυήθη τὸ τοῦ σταυροῦ τελειότερον μυστήριον, Ἀβραὰμ δὲ οὔ; Καὶ πῶς ἄν ἔχοι τοῦτο λόγον; Ἀλλὰ τότε μὲν ἐπ´ αὐτῇ τῇ κλήσει μεμύηται· ὕστερον δὲ μετὰ τὴν κλῆσιν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, κἂν ἡμῖν ἀρτίως ὁ καιρος περὶ πάντων· λέγειν οὐ δίδωσιν, Ἐγὼ δὲ ὑμῖν τῆς θαυμασιωτέρας ὑπομνήσω τούτου θεοπτίας, ὅτε καὶ τὸν ἕνα Θεὸν σαφῶς τρισυπόστατον ἐθεάσατο, μήπω κηρυττόμενον οὕτως· «Ὤφθη γὰρ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐτῇ Μαμβρῇ· καὶ ἀναβλέψας, εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ προσέδραμεν αὐτοῖς.» Ἰδοῦ τὸν ὀφθέντα ἕνα Θεὸν τρεῖς ἑώρα. Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεός· καὶ ἰδοὺ τρεῖς ἄνδρες, καὶ τοῖς τρισὶ προσδραμὼν αὖθις, ὡς ὡς ἐνὶ ὡμίλει, λέγων· «Κύριε, εἰ εὖρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου.» Καὶ αὐτοὶ δὲ οἱ τρεῖς ὡς εἷς ὄντες, πρός αὐτὸν διαλέγονται. Εἰπε γὰρ, φησὶ, πρὸς Ἀόραάμ· Ποῦ Σάῤῥα ἡ γυνή σου; Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου.» Ὡς δὲ ἀκούσασα ἡ γραῦς ἐγέλασε Σάῤρα, «Εἰπε Κύριος, Τί ὅτι ἐγέλασε Σάῤῥα ἡ γυνή σου;

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
