# Homiliae 71.21-29

Gregorius Palamas, Homiliae, 71.21 to 71.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/71.21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/71.21

ὁ δὲ παρακούων, ὡς ἀλλότριος τοῖς πρὸς τὸν ἀγαπητὸν ὁμοιώσεως, καὶ παρὰ τοῦ Θεοῦ μισεῖται. Καὶ τοῦτο δεικνὺς ὁ σοφὸς Σολομῶν, ὡς οὐκ ἐπὶ τοῦ Ἰακὼβ μόνον καὶ Ἡσαῦ, ἀλλὰ καὶ διὰ παντὸς καὶ ἐπὶ πάντων γίνεται· «Υίὸς, φησὶν, ὑπήκοος ἔσται εἰς ζωήν· ὁ δὲ παρήκοος εἰς ἀπώλειαν,» Ἀλλ´ ὁ τῆς ὑπακοῆς υἱὸς Ἰακὼβ ἄρ´ οὐχὶ καὶ τοῦ μείζονος ἔτυχε μυστηρίου τοῦ σταυροῦ, τῆς θεοπτίας λέγω, καθ´ ἡν τελεώτερον σταυροῦται καὶ ἀποθνήσκει ὁ ἄνθρωπος τῇ ἁμαρτίᾳ, καὶ ζῇ τῇ ἀρετῇ» Καὶ μὴν αὐτὸς ἑαυτῷ μαρτυρεῖ καὶ τὴν θεωρίαν καὶ τὴν σωτηρίαν· «Εἰδον γὰρ, φησὶ, τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.ν» Ποῦ εἰσιν οἱ στοιχοῦντες ἔτι ταῖς τῶν ἐφ´ ἡμῶν ἀναφανέντων κακοδόξων βδελυραῖς λογολεσχίαις· Ἀκουέτωσαν, ὅτι ὁ Ἰακὼβ τὸ πρόσωπον εἰδε τοῦ Θεοῦ· καὶ οὐ μόνον οὐκ ἀφήρηται τὸ ζῇν, ἀλλ´ ὡς αὐτός φησι, καὶ σέσωσται, καίτοι τοῦ Θεοῦ λέγοντος, «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Ἅρ´ οὖν δύο Θεοί, ὁ μὲν εἶς ἔχων πρόσωπον τῇ ὁράσει τῶν ἀγίων ὑποπίπτον, ὁ δὲ ἕτερος πρόσωπον ἔχων ὑπὲρ πᾶσαν ὅρασιν; Ἄπαγε τῆς δυσσεβείας! οοορΟΟΘ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
