# Homiliae 73.1-10

Gregorius Palamas, Homiliae, 73.1 to 73.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/73.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/73.1

σταυροῦ καὶ τὴν δι´ αὐτοῦ τοῦ τύπου σωτηρίαν προενέδειξε σαφέστατα· τὴν γὰρ ῥάβδον ὀρθίαν στήσας, τὰς χεῖρας αὐτοῦ ἐπ´ αὐτὴν ἐξέτεινε, καὶ οὐτω σταυρικῶς ἐπὶ τῆς ῥάβδου σχηματίσας ἐαυτὸν, Ἀμαλὴκ ἄρδην κατετροποῦτο τοιοῦτος ὁρώμενος. Ἀλλὰ καὶ τὸν χαλκοῦν ὄφιν θεὶς ἐπὶ σημεῖον πλάγιον, καὶ οὕτω τὸν σταυροῦ τύπον[ἀναστηλώσας παῤῥησίᾳ, τοὺς ὀφιοδήκτους τῶν Ἰουδαίων βλέπειν πρὸς αὐτὸν ὡς ὅντα σωτήριον ἐπέταττε, καὶ οὕτω τὰ τῶν ὄφεων δήγματα ἰᾶτο. Ἐπιλείπει δέ με ὁ χρόνος διηγούμενον περὶ ξΒ Ἰησοῦ καὶ τῶν μετ´ αὐτὸν, οἶ τῷ μυστηρίῳ τοῦ σταυροῦ ἐνεργούμενοι, ποταμοὺς ἀνέκοψαν, ἥλιον ἔστησαν, ἀσεβῶν πόλεις κατηδάφισαν, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων ἔφυγον στόματα μαχαίρας, ἔσβεσαν δύναμιν πυρὸς, ἔφραξαν στόματα λεόντων, βασιλεῖς ἤλεγξαν, πεντηκοντάρχους ἑτεφρωσαν, νεκροὺς ἤγειραν, οὐρανὸν ἔστησαν λόγῳ, καὶ πάλιν ἔλυσαν, ἀγόνους τε καὶ πάλιν γονίμους τὰς ἐν αὐτῷ νεφέλας ἀπεργασάμενοι· εἰ γὰρ καὶ τὴν πίστιν ἐνηργηκέναι ταῦτά φησιν ὁ Παῦλος, ἀλλ´ ἡ πίστις δύναμίς ἐστιν εἰς σωτηρίαν· διὸ καὶ πάντα δυνατὰ τῷ πιστεύοντι. Τοιοῦτον δὲ πάντως καὶ ὁ τοῦ Χριστοῦ σταυρὸς τοῖς πιστεύουσιν· «Ὁ γὰρ λόγος ὁ τοῦ σταυροῦ, πάλιν κατὰ Παῦ λον εἰπεῖν, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν.» Ἀλλ´ ἵνα καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ὑπὸ νόμον ἀφῶμεν πάντας, αὐτὸς ὁ Κύριος δι´ ὃν τὰ πάντα καὶ δι´ οὗ τὰ πάντα, οὐ πρὸ τοῦ σταυροῦ ἔλεγεν, «Ὅστις οὐκ αἷρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος»; Ὁρᾶτε πῶς καὶ πρὸ τοῦ τὸν σταυρὸν παγῆναι σταυρὸς ἦν ὁ σώζων; Ἀλλὰ καὶ ἡνίκα τοῖς μαθηταῖς παῤῥησίᾳ προέλεγε τὸ ἑαυτοῦ πάθος, καὶ τὸν διὰ τοῦ σταυροῦ θάνατον ὁ Κύριος, ὁ δὲ Πέτρος ἀκούων οὐκ ἠνέσχετο, ἀλλ´ εἰδὼς αὐτὸν ἔχοντα τὴν ἐξουσίαν ἐδεῖτο λέγων·

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
