# Homiliae 82

Gregorius Palamas, Homiliae, 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/82
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/82

προσευχῆς δεῖται καὶ νηστείας· ἵνα διὰ μὲν τῆς νηστείας χαλινώσῃ τὸ σῶμα καὶ καταστείλῃ τὰς ἀναστάσεις αὐτοῦ, διὰ δὲ τῆς προσευχῆς τὰς ἐν τῆς ψυχῆ προλήψεις καὶ τοὺς ἐρεθίζοντας πρὸς τὸ πάθος ἀργήσῃ καὶ κατευνάσῃ λογισιμοὺς καὶ´ οὔτω τοῦ πάθους περιγένηται, τὴν σατανικὴν ἐν προσευχῇ καὶ νηστείᾳ προσβολὴν καὶ ἐπήρειαν ἀπελάσας, Ὅταν δὲ οὐχ ὑπὸ τῆς τοῦ δαίμονος ὑποβολῆς ἐνερπῆται, ἀλλ´ αὐτὸν ἐκεῖνον ἔνοικον ἔχη, οὔτε κατ´ ἀνθρώπους ἔτι πάσχει, οὔτε αὐτός τι δύναται παρ´ ἐαυτοῦ πρὸς ἴασιν πράττειν, ἀλλ´ ὅπερ ἂν ἐκεῖνος ἔπραξεν, εἴπερ νοῦν ἐλεύθερον εἶχε, τοῦτο παρὰ τῶν ἐλευθέρων, μᾶλλον δὲ καὶ Πνεύματι θείῳ κατόχων, πραττόμενον ὑπὲρ αὐτοῦ τὰ μέγιστα συντελεῖ. σει πρὸς τὴν τοῦ δαίμονος ἐκβολήν, Ἀλλὰ τὸ μὲν δαίμονας ἀπελαύνειν οὔτε ἀπαιτούμεθα, κἂν ἀπελάσαι δυνηθῶμεν, οὐδὲν ἡμῖν ὄφελος, ἀτημέλητον βίον ἔχουσι· «Πολλοὶ γὰρ, φησίν, ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρα· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεξάλομεν; Καὶ ἐρῶ πρὸς αὐτοὺς, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ´ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Οὐκοῦν πολλῷ κερδαλεώτερον τὸ τῆς πορνείας πάθος, καὶ τῆς ὁργῆς, καὶ τοῦ μίσους, καὶ τῆς ὑπερηφανείας ἀπελάσαι τῆς ψυχῆς τοῦ δαιμόνια ἐκβάλλειν· οὐκ ἀρκεῖ γὰρ τῆς σωματικῆς ἁμαρτίας ἀπηλλάχθαι μόνης, ἀλλὰ δεῖ καὶ τὴν ἔνδον οἰκουροῦσαν τῆς ψυχῆς καθαίρειν ἐνέργειαν· ἐκ γὰρ τῆς καρδίας ἡμῶν οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαὶ, πλεονεξίαι καὶ τὰ ξῆς· ταῦτα δέ ἐστι τὰ κινοῦντα τὸν ἄνθρωπον· καὶ «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·» τοῦ γὰρ σώματος ἀπρακτοῦντος ἔνι λογιστικῶς τὴν ἀμαρτίαν ἐνεργεῖσθαι. Τῆς δὲ ψυχῆς ἔνδον διὰ προσευχῆς καὶ προσοχῆς καὶ μνήμης θανάτου, καὶ τῆς κατὰ Θεὸν λύπης, καὶ τοῦ πένθους, ἀναιρούσης τὴν προσβολὴν τοῦ πονηροῦ, συμμεταλαμβάνει καὶ τὸ σῶμα τῆς ἁγιωσύνης, τὴν ἀπραξίαν τῶν κακων κτησάμανον· καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Κύριος, ὅτι οὐχ ὁ τὸ ἔξωθεν τοῦ ποτηρίου καθάρας, οὖτος καὶ ἔσωθεν ἐκάθηρεν, ἀλλὰ ποιήσατε τὸ ἐντὸς τοῦ ποτηρίου καθαρὸν, καὶ οὕτως ἔσται καθαρὸν ὅλον· κᾶσαν γὰρ σπουδὴν ποιήσας, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ῇ, νικήσεις τὰ ἔξω πάθη· ἐὰν γὰρ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι, καὶ ἐὰν ἡ ζύμη, καὶ τὸ φύραμα· «Πνεύματι γὰρ, φησὶν ὁ Παῦλος, περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Λὸ καὶ τὴν Ἰουδαῖκὴν περιτομὴν οὐκ ἀνεῖλεν ὁ Χριστὸς, ἀλλ´ ἐτελείωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· ὧκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ιῶς οὖν ἐπλήρωσεν αὐτόν; Σφραγὶ, ἦν ἐκεῖνος καὶ δεῖγμα καὶ συμβολικὴ διδασκαλία τῆς ἐν τῇ καρδίᾳ τῶν πονηρῶν λογισμῶν περιτομῆς, πρὸς ἢν ἸουΣαῖοι μὴ σπουδάζοντες, καὶ παρὰ τῶν προφητῶν ὡς ἀπερίτμητοι τὴν καρδίαν ὠνειδίζοντο, καὶ παρὰ τοῦ βλέποντος εἰς τὴν καρδίαν ἐμισοῦντο, καὶ εἰς τέλος ἀπόβιητοι γεγόνασιν· ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ καὶ ἐὰν ῥυπαρῶν

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
