# Homiliae 84

Gregorius Palamas, Homiliae, 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/84
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/84

καὶ πάντα πράξωμεν, ἵνα ταύτης τύχωμεν, μεθ´ ἧς ἐστιν ἡ αἰώνιος ζωὴ, τὸ ἀκήρατον κάλλος, ὁ ἀδαπάνητος πλοῦτος, ἡ ἀναλλοίωτος καὶ ἀπέραντος τρυφὴ καὶ δόξα καὶ βασιλεία· ὡν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ τῷ βασιλεῖ τῶν αἰώνων Χριστῷ· ᾧ μόνῳ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, εἰς ἀπεράντους αἰῶνας. Ἀμήν. ΟΜΙΛΙΑ Ιʹ. Τῇ πέμπτῃ Κυριακῇ τῶν νηστειῶν ἐν ᾖ καὶ περὶ ἐλεημοσύνης. Εἰσί τινα μέρη θαλάσσης, ἃ κητώδη μεγάλα θη, ρία τρέφουσιν· οἱ γοῦν ἐν αὐτοῖς πλέοντες κώδωνας εκκρεμῶσι τῶν πλοίων, ἵνα διὰ τῆς ἠχοῦς τούτων ἐκπληττόμενα φεύγωσι τὰ θηρία. Καὶ ἡ θάλασσα δὲ τοῦ ἡμετέρου βίου πολλὰ καὶ δεινέτερα τρέφει θηρία, τὰ πονηρὰ πάθη λέγω, καὶ τοὺς ἐφόρους αὐτῶν πονηροτέρους δαίμονας· ἐπιπλεῖ δὲ τὴν θάλασσαν ταύτην οἷά τις ναῦς ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ ἀντὶ κωδώνων ἔχει τοὺς πνευματικοὺς διδασκάλους, ἵνα διὰ τῆς ἔερᾶς ἠχοῦς τῆς τούτων δδασκαλίας τοὺς νοητοὺς ἀποτρέπηται θῆρας. Καὶ τοῦτ´ ἄρα τυποῦσα καὶ ἡ τοῦ Ἀαρὼν στολὴ, κώδωνας εὐήχους εἶχε παρηρτημένους, καὶ θέσπισμα ἦν ἀκουστὴν εἶναι τὴν φωνὴν αὐτῶν ἐν τῷ τὸν Ἀαρὼν λειτουργεῖν. Ἡμεῖς δὲ εἰς τὸ πνεῦμα τὸ γράμμα καλῶς μεταφέροντες, ἠχήσωμεν ὑμῖν ἀρτίως πνευματικῶς, καὶ μάλιστα κατὰ τὸν τῆς νηστείας καιρὸν, ᾧ φανερὰ καὶ ἀφανῆ θηρία δεινῶς ἐπιτίθεται· φανερὰ μὲν γαστριμαργία καὶ μέθη καὶ τὰ τοιαῦτα· ἕτερα δὲ ἀφανῶς ὑφεδρεύοντα, κενοδοξία καὶ ὑπερηφανία καὶ οἴησις καὶ ὑπόκρισις. Ὁ αὐτὸς δέ ἐστιν ἦχος καὶ φυγαδευτήριον τῶν τοιούτων θηρίων, καὶ φυλακτήριον τῶν τὴν νηστείαν ἀσκούντων. Ἔστιν οὖν νηστεία καὶ ἀκρασία ἐναντία ἀλλήλοις, ὡς ἡ ζωὴ καὶ ὁ θάνατος. Καὶ ἡ μὲν νηστεία ἐντολή ἐστι ζωῆς, συνηλικιῶτις οὖσα τῆς ἀνθρωπίνης φύσεως ἐν τῷ παραδείσῳ ὑπὸ τοῦ Θεοῦ τῷ Ἀδὰμ δοθεῖσα τὴν ἀρχὴν, εἰς φυλακὴν τῆς ἐγγενομένης αὐτῷ παρὰ τοῦ αὐτοῦ Θεοῦ ζωῆς τε καὶ θείας χάριτος. Ἡ δὲ ἀκρασία συμβουλή ἐστι θανάτου σώματός τε καὶ ψυχῆς, ὑπὸ τοῦ διαβόλου τῷ Ἀδὰμ ἐν τῷ παραδείσῳ διὰ τῆς Εὕας δοθεῖσα δολίως εἰς ἔκπτωσιν τῆς ζωῆς, καὶ ἀπαλλοτρίωσιν τῆς ἐκ Θεοῦ θείας χάριτος· ὁ Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ´ ἀπωλείᾳ ζώντων. Τίς οὖν ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, καὶ χάριν εὑρεῖν τὴν ἐν τῷ Θεῷ καὶ παρὰ Θεοῦ; φυγέτω τὴν θανατηφόρον ἀκρασίαν καὶ προσδραμέτω τῇ θεοποιῷ νηστείᾳ καὶ ἐγκρατείᾳ, ἵν´ ἐπανέλθῃ χαίρων εἰς τὸν παράδεισον. Μωσῆς τε τεσσαρακονθήμερον νηστεύων ἐπ´ ὄρους, εἰς ὕψος θεοπτίας ἀνέπτη, καὶ πλάκας θεοσεβείας ἐδέξατο· ὁ δὲ τῶν Ἑβραίων δῆμος κάτω μεθύοντες, εἰς ἀσέβειαν κατωλίσθησαν, καὶ εἴδωλον ἐχώνευσαν μόσχου τοῦ Αἰγυπτίου Ἄπιδος Θεὸν ὅμοιον. Καὶ εἰ μὴ Μωϋσῆς ἔστη πρὸς τὸν Θεὸν, διὰ τοῦ ἀνηλεοῦς ἐκ τῶν ὁμογενῶν φόνου ἐξιλασάμενος πρότερον, οὐκ ἃν ὅλως ἐφείσατο αὐτῶν ὁ Θεός. Εἰ γοῦν καὶ ἡμεῖς τοῦ ἐλέους τοῦ Θεοῦ χρήζομεν, μὴ μεθυσκώμεθᾳ ΠΟΜΙΙΙΑ ΧΙΙΙ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
