# Homiliae 85

Gregorius Palamas, Homiliae, 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/85
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/85

οἴνῳ, μηδὲ κόρῳ βαρυνώμεθα, ἐν οἷς ἐστιν ἡ ἀυτία καὶ ἡ ἀσέβεια. Θεόπτης καὶ ὁ Ἡλίας, ἀλλὰ προκααρθεὶς καὶ οὗτος διὰ νηστείας. Ἔτυχε καὶ Δανιὴλ εοπτίας. καὶ τῶν ἀρχαγγέλων ἐνὸς ὀπτασίας, τὴν τῶν μελλόντων γνῶσιν αὐτῷ παρέχοντος, ἀλλὰ πρότερον ἐφ´ ἡμέρας ὅλας εἴκοσι διαμείνας ἄσιτος. Παφόνευται καὶ προφήτης ἕτερος ὑπὸ λέοντος, ἀλλὰ φαγὼν παρὰ γνώμην Θεοῦ. Γινώσκετε πάντος Ἰσαῦ τὸν τοῦ Ἰσαὰκ, ὃς ὑπὸ γαστριμαργίας τῶν τε ἄλλων πρωτοτοκίων, καὶ τῆς πατρικῆς ἐξέπεσεν εὐχῆς. Φοβηθῶμεν μὴ καὶ ἡμεῖς τῇ γαστριμαργίᾳ ταύτῃ προσέχοντες ἐκπέσωμεν τῆς ἐπηγγελμένης ἐκείνης εὐλογίας καὶ κληροδοσίας τοῦ ἀνωτάτου Πατρός. Οὐδὲ τοὺς τρεῖς παῖδας ἀγνοεῖτε, οἳ νηστείᾳ προσκείμενοι, τὴν ἑπταπλασίως κατ´ αὐτῶν ἐν Βαβυλῶνι κάμινον ἐκκαυθεῖσαν ἀφλέκτοις ποσὶ καὶ σώμασι Θ κατεπάτησαν· ἐὰν καὶ ἡμεῖς ἀληθινὴν νηστείαν ἀσκήσωμεν, καὶ τὴν ἐνταῦθα πύρωσιν τῆς σαρκὸς καταπατήσομέν τε καὶ σβέσομεν, καὶ τὴν μέλλουσαν κάμινον ἀζήμιοι διαπεράσομεν, ὅταν ἐκάστου τὸ ἔργον τὸ πῦρ δοκιμάσῃ. Τί δεῖ λέγειν τὸν τῶν προφητῶν Κύριον· ὃς σάρκα λαβὼν, καὶ δι´ ἡμᾶς γενόμενος ἄνθρωπος. ὑποδεικνὺς ἡμῖν τὸν τρόπον τῆς κατὰ τοῦ διαβόλου νίκης, νηστεύων διὰ πάντων ἐνίκησε τοῦτον, πάντα κατ´ αὐτοῦ κινήσαντα πειρασμόν· καὶ πρὸς τοὺς οἰκείους μαθητὰς περὶ τοῦ ἀλάλου καὶ κωφοῦ δαιμονίου ἔλεγε· «Τοῦτο τὸ δαιμόνιον οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀλλὰ φέρε δείξωμεν ὑμῖν, ἀδελφοί, τίς ἐστιν ἡ θεάρεστος νηστεία καὶ ἀληθής· τοῦτο γάρ ἐστε γινώσκοντες, ὡς οὐκ αὐτὴν δι´ ἑαυτὴν τὴν σωματικὴν ἐπαινοῦμεν νηστείαν, ἀλλ´ ὡς ἐνεργοῦσαν πρὸς ἔτερα ψυχωφελέστερα· τὴν γὰρ σωματικὴν ἐργασίαν πρὸς ὀλίγον ὡφέλιμον εἶναι καὶ ὁ θεῖος Παῦλός φησι. Διὸ καὶ οἱ διὰ πείρας λαλοῦντες θεοφόροι Πατέρες οὐκ ἀποδέχονται τὰς πολυημέρους νηστείας, ἀλλὰ δοκιμώτερον κρίνουσι τὸ καθ´ ἡμέραν ἐσθίειν ἄπαξ, καὶ μὴ χορτάζεσθαι· καὶ τοῦτό φασι σύμμε τρον καὶ μετὰ λόγου νηστείαν· ὃ καὶ ἡ Γραφὴ λέγει, τὸ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, καὶ τῇ τοῦ λαιμοῦ ἡδονῇ, ἀλλὰ τῆς μὲν ὀρέξεως ἐγκειμένης ἔτι τῆς τροφῆς ἀφίεσθαι, τὴν δὲ ποιότητα ταύτης καὶ ποσότητα κατάλληλον εἶναι τῇ δυνάμει καὶ διαθέσει τοῦ τρεφομένου σώματος, πρὸς τὸ καὶ τὴν ὑγείαν αὐτοῦ κατὰ τὸ δυνατὸν συντηρεῖσθαι· τὸ γὰρ καταλλήλως τῇ ἀσθενείᾳ συμμέτρως ἐσθίειν ἀπὸ τῶν δεδομένων βρωμάτων τὸν ἀσθενῆ, μὴ προστιθέντα ποῖς ἀναγκαίοις τὰ λίαν περιττὰ καὶ λυσιτελῆ, καὶ τὸ τὴν τροφὴν ἐπιζητεῖν, ἀλλ´ οὐ τὴν τρυφὴν, καὶ τὴν πόσιν, ἀλλ´ οὐ τὴν μέθην, καὶ τὴν σύμμετρο, χρῆσιν, ἀλλ´ οὐ τὴν ἀμετρίαν καὶ τὴν ἀκρασίαν καὶ τὴν παράχρησιν, οὐκ ἀφαιρεῖται τοῦ κεχρημένον τὴν ἁγιότητα. Ἡ μὲν οὖν ἀρχὴ τῆς ἀληθοῦς καὶ θεαρέστου νστείας τοιαύτη, τὸ δὲ τέλος δι´ ὃ νενομοθέτηται καὶ ἐτιμήθη Χριστιανοῖς ἡ τῆς ψυχῆς ἐστι κάθαρσις· τίς γὰρ ὠφέλεια σωματικῆς ἀπέχεσθαι βρώσεως, τῶν δὲ σαρκικῶν ἡττᾶσθαι φρονημάτων τε καὶ παθῶν; Τί τὸ ὄφελος οἵνου ἀπέχεσθαι, καὶ δίθει πιέζεσθαι, καὶ μεθύειν δὲ οὐκ ἀπὸ οἵνου, κατὰ τὸν λέγοντα· Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου, καὶ θυμφ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
