# Homiliae 86

Gregorius Palamas, Homiliae, 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/86
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/86

καὶ βασκανίᾳ τὴν ψυχὴν ταράττεσθαι· Τί τὸ ὄφελος λαμπρᾶς τραπέζης ἀπέχεσθαι, καὶ τὴν ψυχὴν ἀταπείνωτον εἶναι, καὶ τὴν μὲν σάρκα ἠλλοιῶσθαι δι´ ἔλαιον, μὴ ταπεινωθῆναι δὲ τὴν ψυχὴν ἐν νηστείᾳ κατὰ τὸν Δαβίδ; Τί τὸ ὄφελος ἀπαλλαγῆναι μὲν τῆς ἐκ τῶν πολλῶν βρωμάτων ἀναθυμιωμένης ὀμίχλης. φροντίσι δὲ καὶ λογισμοῖς ματαίοις ἀχρειοῦσθαι τὸν ἡμέτερον νοῦν, καὶ συναχρειοῦσθαι τὰς πρὸς τὸν Θεὸν προσευχάς; Διὰ τοῦτο καλὴ νηστεία ἡ τελουμένη πρὸς μαρασμὸν τῆς ἐπιθυμίας, πρὸς ταπείνωσιν τῆς ψυχῆς, πρὸς μίσους μετα οἰησιν, πρὸς θυμοῦ σβέσιν, πρὸς μνησικακίας ἀπάλειψιν, πρὸς διανοίας καὶ προσευχῆς ἐργασίαν καὶ καθαρότητα. Εἰ δὲ εὐπορεῖς, ἔστω σοι καὶ τὸ περιττεῦον τῆς τροφῆς εἰς τὴν τῶν ἀπορούντων παραμυθίαν. Ἐὰν οὖτω νηστεύῃς, οὐ μόνον συμπάσχων ἔσῃ καὶ συννεκρούμενος, ἀλλὰ καὶ συνανιστάμενος καὶ συμβασιλεύων Χριστῷ εἰς αἰῶνας τοὺς ἀπεράντους· σύμφυτος γὰρ γεγονὼς διὰ τῆς τοιαύτης νηστείας τῷ ῥμοιώματι τοῦ θανάτου αὐτοῦ, καὶ τῆς ἀναστάσεως κοινωνὸς ἔσῃ, καὶ τῆς ἐν αὐτῷ ζωῆς κληρονόμος. Ὁ νηστεύων, ἐὰν μὲν πειράζηται, νικᾷ τὸν ἧρ πειράζοντα· ἐὰν δὲ μὴ πειράζηται, συντηρεῖ τὴν εἰρήνην τῆς ψυχῆς καὶ τοῦ σώματος, ὑπωπιάζων κατὰ Παῦλον τὸ σῶμα καὶ δουλαγωγῶν, δειλιῶντα μήπως ἀδόκιμος γένηται· εἰ δὲ Παῦλος δειλιᾷ, πόσῳ μᾶλὶ ον ἡμᾶς προσῆκεν; Ὁ γοῦν νηστεύων δουλαγωγεῖ τὸ σῶμα καὶ δόκιμον ποιεῖ τὴν ψυχήν, ὁ δὲ καταπιαίνων τὴν μετ´ ὀλίγον φθαρησομένην σάρκα, μὴ ἐσθίων διὰ τὸ ζῇν, ἀλλὰ μᾶλλον ζῶν ἵν´ ἐσθίῃ καθάπερ τὰ παρ´ ἡμῶν ἑτοιμαζόμενα πρὸς σφαγὴν, καὶ προστιθεὶς τοῖς ἀναγκαίοις τὰ περιττὰ ἵνα λιπαίνῃ τὸ σῶμα, ἢ πρὸς ἐπιθυμίας οὐ καλὰς διεγείρῃ, ἢ ἀπλῶς οὕτω πρὸς φιληδονίαν τὴν ἐν τοῖς Καλῶς ἄρα καὶ ὁ προφήτης ψάλλει Δαβίδ· «Τίς ἅφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ καταβαίνειν με εἰς ιαφθοράν;» Νηστεύων οὕν καὶ μετ´ ἐγκρατείας τρεφόμενος, μὴ ἀποτιθέμενος εἰς τὴν αὄριον ἔσο τὰ περιττὰ, ἀλλ´ ὥσπερ ὀ Κύριος πτωχεύσας, ἡμᾶς ἐπλούτησεν, οὔτω καὶ σὺ πεινῶν ἑκουσίως, χόρτασον τὸν ἀκουσίως λιμώττοντα, καὶ ἔσται σου ἡ νηστεία καθάπερ περιστερὰ κάρφος ἐλαίας φέρουσα, αίτῇ ψυχῇ συ τὴνἱκ τοῦ κατακλυσμοῦ λύσιν κὐαγγελιζομένη· «Ἐὰν γὰρ ἀνέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν, ὁ μέγας φησὶν Ἡσαΐας, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τἄτε ἀνατελεῖ ἐν σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία.» Εἰ δὲ μὴ τὰ οἰκεῖα διδόναι βούλει, κἂν τῶν ἀλλοτρίων ἀπέχου, καὶ μὴ κάτεχε παρὰ σεαυτῷ τὰ μὴ σὰ, καθαρπάζων καὶ πλουτῶν ἔστιν ὅτε καὶ παρὰ τῶν πενεστέρων ἀδίκως, ἵνα μὴ παρ´ αὐτοῦ τοῦ Προφήτου δικαίως ἀκούσῃς· «Οὸ ταύτην τὴν νηστειαν ἐξελεξάμην ἐγὼ, λέγει ὁ Κύριος, οὐδ´ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν εου, ἕσται σοι νηστεία δεκτὴ ἀλλὰ λλς γάνα πιλλ δεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων,

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
