# Homiliae 87

Gregorius Palamas, Homiliae, 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/87
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/87

πᾶσαν συγγραφὴν ἄδικον διάσπα· τότε ῥαγήσεται πρώγμον τὸ φῶς σου, καὶ τὰ ἰάματα σου ταχὺ ἀνατελεῖ, καὶ πορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.» Εἰ μὴ δίδως τοίνυν ἐκ τῶν σῶν πένητι, καὶ ταῦτα περιττῶν ὄντων, κἂν μὴ κτῶ ταῦτα κατὰ τοῦ πένητος καίτοι ὁ πάντων δεσπότης Χριστὸς τοὺς τῆς ἀριστερᾶς μερίδος εἰς τὸ πῦρ ἀποπέμπων καὶ καταρώμενος, οὐ καταδικάζει τούτους ὡς ἅρπαγας. ἀλλ´ ὡς μὴ μεταδόντας τῷ δεομένῳ, Οὐκοῦν οἱ ἅρπαγες καὶ οἱ ἄδικοι οὐδὲ ἀναστήσονται εἰς παράστασιν καὶ κρίσιν, ἀλλ´ εἰς καταδίκην εὐθὺς μείζονα καὶ κατάκρισιν· ἐπεὶ κἀνταῦθ´ ὡς ἔοικεν οὗτοι οὐδέποτε ὅλως ἐκ ψυχῆς τῷ Θεῷ παοέστησαν· «Οἱ γὰρ ἐσθίοντες, φησὶ, τὸν λαόν μου ἐν βρώσει ἄρτου, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο.» Ὁ πλούσιος οὗ εὐφόρησεν ἡ χώρα, καὶ ὁ πορφύραν καὶ βύσσον ἐνδεδυμένος, οὐχ ὡς ἀδικήσαντές τινα, ἀλλ´ ὡς μὴ μεταδόντες τῶν ἐκείνοις κτηθέντων δικαίως καταδινάζονται· κοινὰ γὰρ ἐκ κοινῶν ταμείων τῶν τοῦ Θεοῦ κτισμάτων τὰ θησαυρίσματα. Πῶς οὗν οὐ πλεονέκτης ὁ ἐξιδιούμενος τὰ κοινὰ, κἂν οὐχ ὡς ἐκεῖνος ὁ τὰ φανερῶς ἀλλότρια σφετεριζόμενος· Οὐκοῦν ὁ μὲν ὡς κακὸς δοῦλος ὑποστήσεται φεῦ! τὴν φρικώδη διχοτομίαν, ὁ δὲ τὰ δεινότερα καὶ φρικωδέστερα πείσεται, καὶ οὐδ´ ἕτερος αὐτῶν δυνήσεταί ποτε ταῦτα διαφυγεῖν, ἂν μὴ τοὺς πτωχοὺς δεξιώσωνται· καὶ ὁ μὲν καλῶς οἰκονομήσει τὰ πεπιστευμένα τούτῳ παρὰ Θεοῦ, ὁ δὲ καλῶς σκορπίσει τὰ κακῶς συναχθέντα. Παῦλος ὁ μέγας Θεσσαλονικεῦσι ράφων τοῖς ἡμῶν πάντως προγόνοις, περὶ τῆς φιλαδελφίας φησίν· «Οὐ χρείαν ἔχετε γράφειν ὑμῖν αὐτοὶ γὰρ θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους.» Τοῦ Κυρίου τοίνυν πρός τινας εἰρηκότος· «Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν·» φοβηθῶμεν καὶ αὐτοὶ τὸν λόγον τοῦτον, οὐκ ἐνταῦθα μὲν πρὸς ἡμᾶς λεγόμενον, ἀλλ´ ἐπὶ τῆς φρικτῆς, ὃ μὴ γένοιτο, ῥηθησόμενον ἡμέρας, ἡνίκα μᾶλλον ἀπὸ τῆς ὁμοιότητος τῶν πεπραγμένων ἡ συγγένεια κρίνεται, ἡνίκα πάντες οἱ τὴν ἐν Χριστῷ πτωχείαν, εἰ δ´ οὗν ἀλλὰ τοὺς πτωχοὺς γοῦν ἠγαπηκότες, οἱ καταφρονηταὶ τῆς δόξης, οἱ τῆς ἐγκρατείας ἐρασταὶ, οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων οὐκ ἀκροαταὶ μόνον, ἀλλὰ καὶ ποιηταὶ, κατὰ τὴν τοῦ κοινοῦ χάριτι Πατρὸς εὐχὴν ὑπερφυῶς ἐν ἔσονται· «Δὸς γὰρ, φησὶν, αὐτοῖς ἵνα πάντες ἓν ῶσι, καθὼς ἡμεῖς ἕν ἐσμεν·» ἡνίκα φανερῶς ἡ κριτικωτάτη μάχαιρα τοῦ Πνεύματος διχάσει ἄνθρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ ἀλλοτρίους ποιήσει τοὺς ἀνομοίους τοῖς τρόποις· εἰ γὰρ ἐνταῦθα, πόσῳ μᾶλλον ἐκεῖ, ὅπου καὶ ὁ πάντα εἰδὼς πρὸς τοὺς μὴ κατ´ ἀρετὴν ὡμοιωμένους, «Οὐκοἶδα ὑμᾶς,» ἀποφαίνεται· Οὐ γὰρ ἔχουσιν, ὡς ἔοικε, τὴν εἰκόνα τοῦ ἐπουρανίου· οὐκ ἐγένοντο οἰκτίρμονες ὡς ὁ κοινὸς Πατήρ· οὐ κοινὰ τὰ ὄντα τοῖς δεομένοις ἐποιήσαντο, καθάπερ ἐκεῖνος τῶν οἰκείων ἀγαθῶν δωρεὰν μετέδωκεν ἅπασιν· οὐ τοῖς πλησίον ἐγένοντο χρηστοὶ, οὐ τοὺς μακρὰν διὰ οοιιοοΟς

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
