# Homiliae 91

Gregorius Palamas, Homiliae, 91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/91
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/91

τῆς Ἃννης ζωῆς καὶ θανάτου κύριος μαρτυρεῖται τὸ βρέφος· τὴν εἰς Αἴγυπτον ἐξ Ἡρώδου φυγὴν, καὶ τὴν ἐξ Αἰγύπτου κατὰ τὰς ἱερὰς προῤῥήσεις ἐπάνοδον, καὶ τἄλλα ὅσα νῦν καταλέγειν οὐκ εὐχερές, Διὰ ταῦτα μνήστωρ ὁ Ἰωσήφ παρελήφθη, καὶ ὁ ἄγγελος ἐπέμφθη πρὸς Παρθένον μεμνηστευμένην ἀνδρὶ ῷ ὄνομα Ἰωσήφ. Τὸ δὲ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ ἐπ´ ἀμφοτέρων νοήσεις· ἄμφω γὰρ ἥ τε Παρθένος καὶ ὁ Ἰωσήφ εἰς Δαβὶδ τὸ γένος ἀνέφερον. «Καὶ τὸ ὄνομα, φησί, τῆς Παρθένου Μαριάμ·» τοῦτο δὲ ἑρμηνεύεται Κυρία. Παρίστησι δὲ καὶ τὸ ἀξίωμα τῆς Παρθένου, καὶ τὸ βέβαιον τῆς παρθενίας, καὶ εἰς τὸ ἐξηλλαγμένον αὐτῆς τοῦ βίου, καὶ διὰ πάντων ἠκριβωμένον, καὶ ὡς εἰπεῖν παναμώμητον· κυρίως γὰρ οὖσα φερωνύμως παρθένος, πᾶσαν εἶχε τὴν τῆς ἀγνείας παντελῆ παγκτησίαν, παρθένος οὖσα καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, καὶ τὰς τῆς ψυχῆς δυνάμεις, καὶ τὰς τοῦ σώματος αἰσθήσεις πάσας μολυαμοῦ παντὸς ὑπερανῳκισμένας πλουτοῦσα· καὶ τοσοῦτο κυρίως τε καὶ βεβαίως, καὶ ὡς εἰπεῖν κεκυρωμένως, καὶ τοῖς πᾶσιν ἀσύλως τὸν ἄπαντα κρόνον, ὥσπερ ἡ κεκλεισμένη πύλη τὰ ἐντεθησαυρισμένα, καὶ τὸ ἐσφραγισμένον βιβλίον ὀφθαλμοῖς ψαυστα τηρεῖ τὰ ἐγγεγραμμένα· ἐπεὶ καὶ περὶ αὐτῆς γέγραπται, «Τοῦτό ἐστι τὸ ἐσφραγισμένον βιβλίον, καὶ αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι´ αὐτῆς» Ἀλλὰ καὶ Κυρία πάλιν ἕτερον τρόπον ἡ Παρθένος κατὰ τὴν ἀξίαν, ὡς δεσπόζουσα πάντων, ἅτε τὸν φύσει τοῦ παντὸς Δεσπότην ἐν παρθενίᾳ συλλαβοῦσά τε καὶ τεκοῦσα θείως. Ἔτι γε μὴν Κυρία καὶ ὡς οὐκ ἐλευθέρα μόνον δουλείας, καὶ κυριότητος θείας ἐπειλημμένη, ἀλλὰ καὶ ὡς πηγὴ καὶ ῥίζα τῆς τοῦ γένους ἐλευθερίας, καὶ μάλιστα μετὰ τὸν ἀπόῤῥητον καὶ χαρμόσυνον τόκον· ἡ γὰρ ἀνδρὶ συζυγεῖσα κυριευομένη μᾶλλόν ἐστιν ἢ κυρία, καὶ μάλιστα μετὰ τὸν περίλυπον καὶ κατώδυνον τόκον, κατὰ τὴν πρὸς τὴν Εὔαν ἀρὰν ἐκείνην· «Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει·» ἦς ἀρᾶς ἡ Παρθενομήτωρ ἐλευθεροῦσα τὸ ἀνθρώπινον γένος, τὴν χαράν δι´ ἀγγέλου καὶ τὴν εὐλογίαν ἀντιλαμβάνει· εἰσελθὼν γὰρ, φησὶν, ὁ ἄγγελος, εἰπε πρὸς τὴν Παρθένον· «Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.» Οὐ τὸ μέλλον ὁ ἀρχάγγελος προκαταγγέλλει πρὸς αὐτὴν λέγων, Ὁ Κύριος μετὰ σοῦ, ἀλλ´ ὅπερ ἀοράτως ἑώρα τηνικαῦτα τελούμενον ἐξαγγέλλει. Καὶ χωρίον μὲν ταύτην θείων καὶ ἀνθρωπίνων χαρισμάτων κατανοῶν, καὶ διὰ πάντων κεκοσμημένην τῶν χαρισμάτων τοῦ θείου Πνεύματος, κεχαριτωμένην ἐτύμως ἀνηγόρευσεν. Ἔνοικον δὲ λαβοῦσαν ἤδη κατιδὼν τὸν ἐν ᾧ τούτων ἀπάντων οἱ θησαυροὶ, καὶ προκαθορῶν τὴν ἄλυπον κυοφορίαν, καὶ τῶν ἄνευ ὠδίνων ἐσόμενον τόκον, προσευηγγελίσατο ταύτῃ γΞ χαίρειν, καὶ μόνην εὐλογημένην εἶναι καὶ δεδοξασμένην εἰκότως ἐν γυναιξὶ διετείνατο· τῇ γὰρ ὑπερβολῇ τῆς κατὰ τὴν θεομήτορα Παρθένον δόξης οὐκ ἔστι τις ἑτέρα δεδοξασμένη, κἂν ἐδοξάσθη Ἀλλ´ ἡ Παρθένος ἰδοῦσα καὶ φοβηθεῖσα μή τις οοιῶοωΟϛΙ

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
