# Homiliae 92

Gregorius Palamas, Homiliae, 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/92
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/92

ἀπατηλὸς ἄγγελος ἦ, κλέπτων τὰς κατὰ τὴν Εὔαν ἀπερισκέπτους, τὸν ἀσπασμὸν ἀνεξετάστως οὐ παρεδέξατο· καὶ τὴν συνάφειαν, ἡν οὕτος εὐηγγελίζετο, πρὸς Θεὸν μήπω καθαρῶς γνοῦσα, ἐταράχθη, φησὶν, ἐπὶ τῷ λόγῳ αὐτοῦ, ἀπρὶξ ὡς εἰπεῖν καὶ κατάκρας τῆς παρθενίας ἀντεχομένη· «Καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.» Διὰ τοῦτο καὶ ὁ ἀρχάγγελος πάραυτα λύει τὸν θεοφιλῆ τῆς κεχαριτωμένης Παρθένου φόβον, πρὸς αὐτὴν εἰπών· «Ἡὴ φοβοῦ, Μαριάμ· εὖρες γὰρ χάριν παρὰ τῷ Θεῷ.» Τίνα χάριν; Ὥτις μόνῳ δυνατὴ τῷ τὰ ἀδύνατα δυναμένῳ, καὶ μόνῃ σοὶ τετηρημένη πρὸ τῶν ακώνων· «Ἰδοὺ γὰρ, συλλήψῃ ἐν γαστρί·» σύλληψιν γὰρ, φησὶν, ἀκούουσα, μηδεμίαν ὑπολογίζου τῆς παρθενίας παρατροπὴν, μηδὲ διὰ τοῦτο δυσχέραινε καὶ ταράττου· τοῦτο γὰρ τὸ, Ἰδοὺ συλλήψῃ, τηνικαῦτα πρὸς τὴν Παρθένον οὖσαν λεγόμενον, σύνδρομον τηνικαῦτα τῇ παρθενίᾳ τὴν σύλληψιν ὧπεδείκνυ· «Ἰδοὺ οὖν συλλήψῃ, φησί, καὶ τέξῃ υἱόν·» ἔχουσα γὰρ ὥσπερ νῦν ἔχεις, καὶ μένουσα τὴν παρθενίαν ἀδιαλώβητος, ἔμβρυον ἕξεις, καὶ τέξῃ τὸν τοῦ Ὑῷίστου Υἱόν· τοῦτο γὰρ καὶ Ἠσαΐας προορῶν ἐκ πολλῶν ἐτῶν προέλεγεν· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν·» καὶ ὅτι «Προσῆλθον πρὸς τὴν προφῆτιν.» Πῶς οὐν ὁ προφήτης προσῆλθε πρὸς τὴν προφῆτιν; Ὡς νῦν ὁ ἀρχάγγελος πρὸς αὐτήν· ὃ γὰρ νῦν οὖτος εἶδε, τοῦτο ἐκεῖνος προεῖδέ τε καὶ προεῖπεν. Ὅτι δὲ προφῆτις, προφητικὴν ἔχουσα χάριν ἡ Παρθένος, ἡ ἐν Εὐαγγελίῳ πρὸς Θεὸν ᾧδὴ ταύτης παραστήσει τῷ μουλομένῳ. Προσῆλθεν οὖν, φησὶν, ὁ Ἡσαΐας πρὸς τὴν προφῆτιν, τῷ προβλεπτικῷ πάντως πνεύματι, καὶ ἐν γαστρὶ ἔλαβε, πρὶν ἐλθεῖν τῶν ὡδίνων τὸν πόνον ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν. Ὁ δὲ ἀρχάγγελος νῦν πρὸς αὐτήν· «Τέξῃ, φησίν, υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν ἐρμηνεύεται Σωτήρ· νύτος γάρ ἔσται μέγας.» Εἶπεν ἂν Ἡσαίας πάλιν· «Θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος, αἰῶνος.» Τούτῳ συνῳδὰ νῦν καὶ ὁ ἀρχάγγελός φησιν· «Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται,» Πῶς δὲ οὐκ εἴπεν, Ἔστι μέγας καὶ Υἱὸς Ὑψίστου, ἀλλʹ, Ἑσται καὶ κληθήσεται; ὡς περὶ τοῦ κατὰς Χριστὸν ἀνθρωπίνου ποιούμενος τὸν λόγον, ἅμα καὶ δηλῶν, ὅτι καὶ γνωσθήσεται τοῖς πᾶσι, καὶ ὑπὸ ταδτων τοιοῦτος ὑπάρχων κηρυχθήσεται, ὡς καὶ τὸν Παῦλον ὕστερον λέγειν ἔχειν· «Ὁ Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ·» ἀλλὰ καὶ, «Δώσει, φησὶν, αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οὗκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» οὗ δὲ ἡ βασιλεία εἰς αἰῶνας οὖ σα πέρας οὐκ ἔχει, ὁ Θεός ἐστιν αὐτός. Ἀλλὰ καὶ πατέρα τὸν Δαβὶδ οὗτος ξχει, οὐκοῦν καὶ ἄνθρωπός ἐστιν ὁ αὐτὸς, ὡς εἶναι τὸν τεχθησόμενον Θεὸν ὀμοῦ καὶ ἄνθρωπον. υἱόν τε ἀνθρώπου, καὶ Υἱὸν Θεοῦ, παρὰ Θεοῦ καὶ Πατρὸς, ὡς ἄνθρωπον τὴν ἀδιάδοχον βασιλείαν λαμβάνοντα, ὡς εἶδε καὶ προανεκήρυξεν ὁ Δανιήλ· «Ἐθεώρουν

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
