# Homiliae 93

Gregorius Palamas, Homiliae, 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/93
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/93

γὰρ, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν· καὶ ἰδοὺ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τῶν οὐρανοῦ, καὶ μέχρι τῶν ράβψηρψξμάνμαφω,, ωοαηπκεασκονα σωὸ νωνα αἰώνιος, καὶ βασιλεῖ ἑτέρῳ οὐχ ὑπολειφθήσεται.» Καθίσει δὲ ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ θασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακώβ· ἐπειδήπερ ὁ μὲν Ἰακὼβ πατριάρχης τῶν θεοσεβῶν ἐστιν ἁπάντων, ὁ δὲ Δαβὶδ πρῶτος ἁπάντων θεοσεβῶν ὁμοῦ καὶ θεαρέστως εἰς τύπον ἐβασίλευσε Χριστοῦ· ὃς πατριαρχίαν τε καὶ βασιλείαν εἰς μίαν οὐράνιον καὶ αἰώνιον συνήγαγεν ἀρχήν. Ἡ δὲ κεχαριτωμένη Παρθένος τῶν οὕτως ἐξαισίων καὶ θείων ὡς ἤκουσε τῶν ἀρχαγγέλου πρὸς αὐτὴν ῥημάτων, ὅτι Ὁ Κύριος μετὰ σοῦ, καὶ ἰδοὺ συλλήψῃ, καὶ υἱὸν ἕξεις, τὸν βασιλεύοντα τῶν αἰώνων τῶν Ὑψίστου Υἱόν· «Πῶς ἔσται μοι, φησὶ, τοῦτο; ἐπεὶ ἄνδρα οὐ γινώσκω.» Εἰ γὰρ καὶ πνευματικὸν ἄγαν, καὶ σαρκικῶν παθῶν ὑπερανωκισμένον μοι κομίζεις τὸ εὐαγγέλιον, ἀλλὰ σύλληψίν μοι λέγεις ἐν γαστρὶ, καὶ κύησιν καὶ τόκον. καὶ τὸ ἱδοὺ προστίθης ἐπὶ τῆς συλλήψεως· πῶς οὖν ἔσται μοι τοῦτο; ἐπεὶ ἄνδρα, φησίν, οὐ γινώσκω. Τοῦτο δέ φησιν ἡ Παρθένος οὐκέτ´ ἀπιστοῦσα, μαθεῖν δὲ τὸ πρᾶγμα κατὰ τὸ δυνατὸν ὡς ἔχει ζητοῦσα· ὅιὰ τοῦτο καὶ ὁ ἀρχάγγελος πρὸς αὐτὴν, «Πνεῦμα, φηρ σὶν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ·» ἁγία μὲν γὰρ εἶ σὺ, φησὶ, καὶ κεχαριτωμένη, Παρθένε· Ινεῦμα δὲ πάλιν ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, δι´ ἁγιασμοῦ προσθήκης ὑψηλοτέρας, ἑτοιμάζον καὶ προκαταρτίζον τὴν ἐν σοὶ θεουργίαν· καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοις συνεπιῤῥωννῦσά τε ἅμα καὶ διὰ τῆς ἐν σοὶ ἐπισκιάσεως καὶ συναφείας ἑαυτῇ μορφοῦσα τὴν ἀνθρωπότητα, ὡς εἶναι τὸ γεννώμενον ἅγιον, Υἱὸν Θεοῦ, δύναμιν Ὑψίστου μεμορφωμένην κατ´ ἄνθρωπον· ἰδοὺ γὰρ καὶ Ἐλισάβετ ἡ συγγενής σου στείρα τὸν ἄπαντα διανύσασα βίον, νῦν, ἐν γήρᾳ, Θεοῦ βουληθέντος, παραδόξως κυοφορεῖ, ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Τί οὖν ἡ κεχαριτωμένη πρὸς ταῦτα Παρθένος, καὶ τὴν σύνεσιν θεία καὶ ἀπαράμιλλος; Πάλιν πρὸς τὸν Θεὸν τρέχει, καὶ δι´ εὐχῆς πρὸς αὐτὸν ἀνατείνεται, πρὸς τὸν ἀρχάγγελον λέγουσα· Εἰ Πνεῦμα, καθὰ φὴς, ἅγιον ἐπελεύσεται ἐπ´ ἐμὲ, τὴν ἐμὴν φύσιν ἔτι καθαῖρον καὶ ἐνισχύον δέξασθαί με τὸ σωτήριον κύημα· εἰ δύναμις Ὑψίστου ἐπισκιάσει μοι, μορφοῦσα κατ´ ἄνθρωπον ἐν ἐμοὶ τὸν ἐν μορφῆ Θεοῦ ὄντα, καὶ δημιουργοῦσα λοχείαν ἄσπορον· εἰ τὸ γεννώμενον ἅγιον καὶ Υἱὸς Θεοῦ, καὶ Θεὸς καὶ βασιλεὺς αἰώνιος· οὐ γαρ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῖλθεν ἀπ´ αὐτῆς ὁ ἄγγελος, λιπὼν ἐν τῇ γαστρὶ ταύτης σώματι συνημμένον τὸν τῶν παντὸς ποιητήν, καὶ διὰ τῆς ἐν αὐτῇ ταύτης συναφείας, ἢ διηκόνη γε, ποοξενήσας τῷ κόσμῳ τὴν σωτηρίαν. Οὕτω δὲ καὶ Ἡσαΐας δι´ ὧν ἤδη καὶ μακαρίως ἠξιώθη παθεῖν ἐναργῶς

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
