# Homiliae 97.1-14

Gregorius Palamas, Homiliae, 97.1 to 97.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/97.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/97.1

ζῶν αὐτῷ παρέστη· ἄρα προστάγματι ζωοῦντος τοῦτο, ἢ δι´ εὐχῆς ζωοποιοῦντος; Ἐφώνησε δὲ φωνῇ μεγάλῃ, καὶ τοῦτο διὰ τοὺς περιεστῶτας· ἐδύνατο γὰρ μὴ μετρίᾳ φωνῇ μόνον, ἀλλὰ καὶ βουλήματι μόνῳ τοῦτον ἀναστῆσαι, ὥσπερ καὶ μακρὰν ἀπέχων, καὶ τοῦ λίθου ἐπικειμένου· ἀλλὰ καὶ ἐπέστη τῷ τάφῳ, καὶ εἰπε τοῖς περιεστῶσι, καὶ ἦραν αὐτοὶ τὸν λίθον καὶ ᾔσθοντο τῆς δυσωδίας, καὶ φωνῇ μεγάλῃ ἐφώνησε καὶ ἐκάλεσε, καὶ οὕτως ἀνέστησεν αὐτὸν, ἵνα καὶ διὰ τῆς οἰκείας ὁράσεως· αὐτοὶ γὰρ ἐώρων ἐφισταμένῳ τῷ τάφω· καὶ διὰ τῆς οἰκείας ὀσφρήσεως· αὐτοὶ γὰρ ᾔσθοντο τῆς δυσωδίας τοῦ νεκροῦ, τεταρταῖος γὰρ ἦν· καὶ διὰ τῆς ἑαυτῶν ἀφῆς, δι´ ἦς αὐτοὶ ταῖς οἰκείαις χρησάμενοι χερσὶ, πρῶτον μὲν ἦραν τὸν λίθον ἐκ τοῦ μνημείου, ὕστερον δὲ τὸν ἐπὶ τοῦ σώματος δεσμὸν καὶ τὸ ἐπὶ τῇ βψει σουδάριον ἔλυσαν· καὶ διὰ τῶν οἰκείων ὤτων τῆς τοῦ Κυρίου φωνῆς ἐπὶ τὰς πάντων ἀκοὰς φθανούσης, συνῶσι πάντες καὶ πιστεύσωσιν, ὅτι αὐτός ἐστιν ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ὁ φέρων πάντο τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ καὶ πάντα τὴν ἀρχὴν ῥήματι μόνῳ ἐκ μὴ ὄντων τὰ ὄντα ποιήσας. Ὁ μὲν οὖν ἄκακος λαὸς οὕτω διὰ πάντων ἐπίστευσαν αὐτῷ, ὡς μὴ μόνον σιγῇ τὴν πίστιν ἔχειν, ἀλλὰ καὶ κήρυκες γενέσθαι δι´ ἔργων τε καὶ λόγων τῆς αὐτοῦ θεότητος. Μετὰ γὰρ τὴν τοῦ Λαζάρου τετραήμερον ἔγερσιν, ὀνάριον εὑρών ὁ Κύριος, ὃ προητοίμασται παρὰ τῶν μαθητῶν, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖός φησιν, ἐπ´ αὐτοῦ καθίσας, τὰ Ἰεροσόλυμα ΘΟ εἰσῄει κατὰ τὴν προφητείαν αχαρίου, προειρηκότος· «Μὴ φοβοῦ, θύγατερ Σιὼν ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων· αὐτὸς πρᾶος καὶ ἐπιβεβηκώς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.» ἐδείκνυεν δὲ διὰ τῶν λόγων τούτων ὁ προφήτης, ὅτι ὁ προφητευόμενος οὗτος βασιλεὺς, ὕς καὶ μόνος ὄντως τῆς Σιὼν ὑπάρχει βασιλεύς·

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
