# Homiliae 98.1-12

Gregorius Palamas, Homiliae, 98.1 to 98.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-palamas/homiliae/98.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-palamas/homiliae/98.1

τοῖς ὑψίστοις προσκείμενον δείκνυσιν οὐκ ἐπὶ γῆς αὐτὸν μόνον, οὐδ´ ὑπὸ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑψίστοις ὑπὸ τῶν οὐρανίων ἀγγέλων ἀνυμνούμενον. Οὐ μόνον δὲ ἀνυμνοῦσιν αὐτὸν οὕτω καὶ θεολογοῦσιν, ἀλλὰ καὶ τῇ κακοβούλῳ καὶ θεομάχῳ γνώμῃ τῶν Γραμματέων καὶ Φαρισαίων, καὶ πρὸς τὰς φονικὰς αὐτῶν προφάσεις διὰ τῶν ἑξῆς ἐναντιοῦνται· οἱ μὲν γὰρ φρενοβλαβῶς ἔλεγον περὶ αὐτοῦ· «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἐπειδὴ σημεῖα πολλὰ ποιεῖ, ἐὰν ἀφῶμεν καὶ μὴ θανατώσωμεν αὐτὸν, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὴν πόλιν καὶ τὸ ἔθνος.» Ὁ δὲ λαὸς, τί φησιν; «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ·» διὰ μὲν οὖν τοῦ λέγειν, «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὁνόματι Κυρίου,» ὑπεδείκνυον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν ὄντα, καὶ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς αὐτὸν ἐλθόντα, ὡς καὶ αὐτὸς ὁ Κύριος περὶ ἑαυτοῦ φησιν· «Ὅτι ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἤκω.» Διὰ δὲ τοῦ λέγειν, «Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβὶδ,» ὑπεδείκνυον ταύτην εἶναι τὴν βασιλείαν, εἰς ἢν μέλλουσι κατὰ τὴν προφητείαν πιστεύειν καὶ τὰ ἔθνη, καὶ μάλιστα οἱ Ῥωμαῖοι. Οὗτος γὰρ ὁ βασιλεὺς οὐ μόνον ἐλπίς ἐστι τοῦ Ἰσραὴλ, ἀλλὰ καὶ προσδοκία τῶν ἐθνῶν κατὰ τὴν προφητείαν Ἰακὼβ, ἐ Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ,» τουτέστι τὸν ὑποκείμενον ἐξ Ἰουδαίων αὐτῷ λαόν· καὶ τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Ἔλιξ δὲ τῆς ἀμπέλου εἰσὶν οἱ τοῦ Κυρίου μαθηταὶ, πρὸς οὓς ὁ Κύριος ἔλεγεν· «Ἑγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.» Τῇ οὖν ἕλικι ταύτῃ συνέδησεν ὁ Κύριος Θ ἑαυτῷ τὸν πῶλον τῆς ὄνου αὐτοῦ, τουτέστι τὸν ἐξ ἐθνῶν νέον Ἰσραήλ, οἶ κατὰ χάριν υἱοὶ γεγόνασι τοῦ Ἀβραάμ.

---

Gregorius Palamas, Homiliae. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003911.
