Ancient Greek
Page 590
Gregorius Thaumaturgus Scr. Eccl., Fragmentum in Job (in catenis) 590
Not analysed yet
κατὰ τὸν κόσμον τοῦτον. Διδάσκει γοῦν ἡμᾶς περὶ τῶν νῦν ἡμερῶν ὁ θεῖος Παῦλος, διὰ βραχέων ἐν οἶς λέγει· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Καὶ περὶ τοῦ Χριστοῦ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν δέδωκεν ἑαυτὸν, ἵνα ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος. Καὶ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζομεν, φησί. Καὶ ὁ Δαυὶδ ὀδύρεται· Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ὁ Ἱερεμίας· Ἐπικατάρατος, φησὶν, ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου· Ἰδυὺ ἐτέχθη σοι ἄρσην. Ἵνα τί τοῦτο· ἐκ μήτρας ἐξῆλθον; ἀπ' ὀδυνετοῦντος ἡ φωνὴ καὶ βεβαρημένου, οὐ φέροντος τὴν πρώτην ἡμέραν τῆς γενέσεως. Τοιοῦτος καὶ τῶν τοῦ μεγάλου ἀθλητοῦ Ἰὼβ λόγων ὁ σκοπός· οὐ γὰρ παραβάλλων τὸν νῦν βίον τῷ προτέρῳ, τὸν πενῆτα καὶ ἐνάπορον τῷ ἐν πλούτοις, ὅποτε εὐθηνοῦντο αὐτῷ τὰ βουκόλια καὶ τὰ ποίμνια, οὐδὲ τῇ νῦν ἀπαιδίᾳ τὴν πρὶν εὐπαιδίαν, ἢ τὴν νόσον τῇ ὑγιείᾳ, ταῦτα ἔλεγεν, ἐπεὶ ἑξῆν αὐτῷ εὐλογημένας νομίζειν τὰς ἡμέρας, ἐν αἷς ἐτύγχανε πάντων τῶν κατὰ τὸν κόσμον τοῦτον, κατάρατας δὲ μόνας θέσθαι, ἐν αἷς τὰ ἐναντία ἔπασχεν, ἀλλὰ γὰρ οὐ τοῦτο παθών. Ὡς γὰρ ὁ τοιοῦτος ἀθλητὴς ἐπιλογισάμενος καὶ ὡς ὁμοῦ πᾶσαι αἱ ἡμέραι αἵ τε νῦν αἵ τε πρότερον, αὐτῷ ἦσαν ἡμέραι κακώσεως, ἀνελθὼν ἐπ' αὐτὴν τὴν ἀρχὴν, ἐπαρᾶται τῇ πρώτῃ ἡμέρᾳ καὶ νυκτὶ, ἐν ᾗ ἐτέχθη. Καὶ μὴ ἔλθοι, φησὶν, εἰς ἠμέραν ἐνιαυτῶν, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν, τοιούτων ἡμερῶν καὶ ἐνιαυτῶν ὁποίων; καὶ ἕτερα περινοεῖ· διελογησάμην, λέγων, ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια, ἀλλ' οὐ τῷ διαστήματι τούτῳ τῷ χρονικῷ μετρου-