# Fragmentum in Job (in catenis) 591

Gregorius Thaumaturgus, Fragmentum in Job (in catenis), Page 591. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-thaumaturgus-scr-eccl/fragmentum-in-job-in-catenis/591

μένας. Ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη, μὴ δὲ χαρμονή. Τοῦτο ἐκεῖνος ἔλεγεν ὅπερ ἀπήντηται ἐκ φύσεως· οὐδὲ πώποτε γὰρ ἂν ἔλθοι ἡ ἀληθὴς εὐφροσύνη καὶ χαρμοσύνη ἡμέρᾳ καὶ νυκτὶ ταύτῃ, ἀλλὰ καταράσαιτο αὐτὴν, φησὶν, ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. Πάλιν κἀνταῦθα ὡς φύσεως ἔχουσιν αἱ ἡμέραι αὗται, οὕτως ὁ προφήτης αἰνίσσεται, εἰπών· Καταράθῃ ἡ ἡμέρα ἐκείνη· εἶτα ἐπενεγκών· Καταράσηται αὐτὸν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, οὐχ ἵνα νῦν γένηται, ὃ δὲ γίνεται γενέσθω, εἰπών· Καταράσαιτο τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι, ὡς οἰκειότητός τινος οὔσης τῷ μεγάλῳ κήτει πρὸς τὴν ἡμέραν ἐκείνην, ἤτοι ποιεῖν νῦν παραληφθὲν τὸ κῆτος· τότε γὰρ πρῶτον μεταχειρίζεται ἄνθρωπον, ὁπόταν εἰς γένεσιν ἐλθοῦσα ἡ ψυχὴ τὰ πάντα ὑποχείριον γένηται τῷ λεγομένῳ τοῦ κόσμου πνεύματι· οὐ χαίρει δὲ καὶ οὗτος καὶ πᾶς ἅγιος ἐν τῇ ἡμέρᾳ ταύτῃ ᾗ τὸ κῆτος χαίρει.

---

Gregorius Thaumaturgus Scr. Eccl., Fragmentum in Job (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2063.tlg016.local001/.
