# Παροιμίαι 1.63-94

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, 1.63 to 1.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-ii-of-cyprus-patriarch-of-constantinople/text/1.63

Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. Ἄνθρακες ὁ θησαυρὸς γέγονεν: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Ἀπὸ, τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρόνησιν καὶ τῶν δυςκόλων περιγινομένων. Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα κρατήσεις. Ἅπας ἐχῖνος τραχύς. Ἀσκὸν δέρεις: ἐπὶ τῶν ἀνοήτως τι πραττόντων. Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ ἔφαγες ἀποδώσεις. Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγίστοις ἐγχειρούντων. Αὑτὸν οὐ τρέφων κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλομένων. Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων. Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν μεγάλων λόγων. Ἄνθρωπος εὔριπος καὶ ψυχὴ καὶ διάνοια καὶ τρόπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος. Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅμοιον καὶ τό· Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασι. Ἀνεῳγμέναι Μουσῶν θύραι. Ἀρχὴ ἄνδρα δείκνυσιν. Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων· ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος ἐπιγενομένου τοὺς ἅλας ἐν τῇ θαλάττῃ ἀπέβαλεν. [Ἀρίγνωτος σμάραγδος] ἐν μὲν τῷ φάει σκοτεινός, ἐν δὲ τῷ σκότει φωτεινός. Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν. Ἂν ἡ λεοντῇ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόςαψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων. Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως τι ποιούντων. Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα. Βοιώτιος νοῦς: ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί. Βοιώτιος νόμος: ἐπὶ τῶν κατ’ ἀρχὰς ἠρεμούνὕστερον δὲ ταρασσόντων. Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων· Βοιωτὴ γὰρ ἡ Σφίνξ.

---

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9006.tlg001.local001/.
