# Παροιμίαι 2.1-36

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, 2.1 to 2.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-ii-of-cyprus-patriarch-of-constantinople/text/2.1

Γαστέρα μοι προφέρεις κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεῖα. Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων. Γλυκὺς ἀπείρῳ πόλεμος. Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων. Γυμνότερος παττάλου. Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατοπεδεύεται: ἐπὶ τῶν παραδόξων. Γυναικὶ μὴ πίστευε, μηδ’ ὅταν θάνῃ. Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ Ἴωνες διεβάλλοντο. Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται. Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτοῦ ἴσασιν· ὅτι πολλαὶ εἰς Ἀθήνας γλαῦκες. Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας· καὶ ἐπὶ τῶν πυκναῖς προςπιπτόντων συμφοραῖς. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον. Δωδωκαῖον χαλκεῖον: ἐπὶ λάλου. Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην ἰσχνῶν γενομένων. Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιαι. Δέδοται καὶ κακοῖς ἄγρα, Δεύτερος πλοῦς. Δελφῖνα λεκάνη οὐ χωρεῖ. Ἐπιμενίδου ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. Ἐς Τροφωνίου μεμάντευσαι: ἐπὶ τῶν σκυθρωπῶν καὶ ὠχρῶν. Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ· ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. Ἔστω ταμίας, τἄλλα δ’ εἰ βούλει κύων: ἐπὶ τῶν παρ’ ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων. Ἐκ παντὸς ξύλου κύφων ἂν γίνοιτο: λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων. Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον. Ἐν δυοῖν τρία βλέπεις: ἐπὶ τῶν ἄλλα ἀντ’ ἄλλων ὁρώντων. Ἐκπερδικίσαι: ἤτοι ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρασκόντων τοὺς θηρευτάς. Ἐλέφαντα ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ. Ἐμαυτῷ βαλανεύσω: ἐμαυτῷ διακονήσω. Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας: ἐπὶ τῶν ὅμοια πασχόντων. Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν εὐτυχούντων. Ἔνεστι καὶ μύρμηκι χολή: ὅτι μηδὲ τοῦ μικροῦ δεῖ καταφρονεῖν. Ἑρμῆς ἀμύητος.

---

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9006.tlg001.local001/.
