# Παροιμίαι 2.37-65

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, 2.37 to 2.65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-ii-of-cyprus-patriarch-of-constantinople/text/2.37

Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν ἐψευσμένων φίλων. Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν συζώντων ἡδυπαθείαις. Ἐνδύεται τὴν λεοντῆν. Ἐνδυμίωνος ὕπνον ὑπνώττει: ἐπὶ τῶν πολλὰ κοιμωμένων. Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκομένων. Ἐν τριόδῳ εἰμὶ λογισμῶν: ἐπὶ τῶν ἀπορούνταν. Ἐν φρέατι κυσὶ μάχεσθαι. Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούντων· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς. Ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῆ. Πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν. Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυςχρήστοις περιπεσόντων. Ἐλέφας μυὸς οὐκ ἀλεγίζει. Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κινδύνων ὄντων. Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν κινδυνευόντων. ὅμοιον τῷ Ἐπὶ ξυροῦ. Εὐγενὴς ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλούτου τιμωμένων. Ἔγχος ἐπὶ τῷ ἔγχει: γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος. Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. Εἰς κόλπον πτύεις: ἀντὶ τοῦ, οὐ μεγαλοῤῥημονεῖς. Ἐν πίθῳ τὴν κεραμείαν: ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων. Ἐν σκότει ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμαρτύρως μοχθούντων. Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών: ἐπὶ τῶν ἐκ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων. Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα. Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυνεστάτων. Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν: ἐπὶ ἰωμένων δι’ ἁμαρτημάτων ἁμαρτήματα. Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων κριθὴν οὐκ ἐσθίει μένουσα ἐν φάτνῃ, καὶ τὸν ἵππον οὐκ ἐᾷ. Ἦσαν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους: Ἄδωνις γάρ τις Πραξιτέλους ὑιὸς ἀποθανὼν καὶ ἐρωτηθεὶς πρὸς τῶν ἐν Αἵδου, τί κὰλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο Ἥλιον, Σελήνην, σῦκα, μῆλα. ἔδοξε γοῦν ἠλίθιος ταῦτα ἐξισῶν Ἡλίῳ. Ἡρακλέους θυσία: ἐπί τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων. Ἡ ἀφύη τὸ πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται.

---

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9006.tlg001.local001/.
