# Παροιμίαι 2.66-100

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, 2.66 to 2.100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-ii-of-cyprus-patriarch-of-constantinople/text/2.66

Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι. Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προςφιλοτιμουμένων. Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια. Ἰσότης φιλότης. Ἴσος πόλεμον οὐ ποιεῖ. Ἰλιὰς κακῶν. Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρόνως βιούντων. Ἱππέας εἰς πεδίον προκαλεῖ: ὅπερ ἔστι τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα. Κακοῦ κόρακος κακὸν ὠόν. Κόσμει Σπάρταν ἣν ἔλαχες: ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι. Καδμεία νίκη: ἡ ἐπὶ κακῷ τῶν νενικηκότων. Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων· οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν. Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων. Κιλίκιοι τράγοι: οἱ δασεῖς· ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται. Κρητίζεεν: ἀντὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. τοῖοῦτοι γὰρ οἱ Κρῆτες. Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς. Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνειν. Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν καλοῦ πράγματος ἀπολιμπανομένων. Κολοφῶνα ἐπέθήκας: ἤτοι τὸ τέλειον καὶ πλήρες. Κατὰ ῥοῦν φέρεται. Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. Κενοὶ κενὰ βουλεύονται. Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων· ἄπληστον δὲ τὸ ζῶον. Κριὸς τὰ τροφεῖα ἀπέτισεν: ἐπὶ τῶν ἀχαρίστων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας. Κακὰ μὲν θρίπες, κακὰ δ’ ἴπες: ἄμφω γὰρ λυμαντικοὶ· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν. Λήμνια κακά: ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν. Λαγωὸς περὶ κρεῶν: ἐπὶ τῶν κινδυνευόντων καὶ [πρὸς τοῦτο] ἀγωνιζομένων, ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. Λύκος χανών· καὶ, ἡ λύκος περὶ φρέαρ χορεύει: ἐπὶ τῶν μάτην πονούντων. Λύκου πτερὸν ζητεῖς: ἐπὶ τῶν ἀδυνάτων. Λίνον λίνῳ κλώθεις: ἐπὶ τῶν τὰ αὐτὰ [διὰ τῶν αὐτῶν] πραττόντων ἢ λεγόντων, ἢ τῶν κατάλληλα. Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων. Λύδιον ἅρμα: ἐπὶ τῶν ταχυτάτων. Καὶ, παρὰ Λύδιον θέεις. Λευκῷ λίθῳ λενκὴ στάθμη.

---

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9006.tlg001.local001/.
