# Παροιμίαι 3.1-30

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, 3.1 to 3.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-ii-of-cyprus-patriarch-of-constantinople/text/3.1

Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει. Μηδικὴ τράπεζα. Μέλιτος μύελον: ἐπὶ τοῦ ἄγαν ἡδέος. Μηδὲ μέλι μηδὲ μελίσσας: ἐπὶ τῶν παραιτοόυμένων ἀγαθόν τὶ παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ. Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. Μυσῶν λεία: οἱ γὰρ περίοικοι τοὺς Μυσοὺς ἐλήϊζον. Μὴ κίνει Καμάριναν: λίμνη, ἣν ἀπηγόρευεν ὁ χρησμὸς μετοχετεῦσαι· οἱ δὲ χρησάμενοι παρακούσαντες ἐβλάβησαν. Μωμήσεται μᾶλλον ἢ μιμήσεται: ἐπὶ τῶν ἀπαιδεύτων. Μὴ παιδὶ μάχαιραν. Μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα. Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μέλισσα μέλι. Νεκρῷ μῦθον εἰς οὖς ἔλεγεν: ἐπὶ τοῦ μὴ ἐπαΐοντος· καὶ ἐπὶ τῶν ἀναισθήτων. Νεφέλας ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων. Ναῦς ἱκετεύει πέτραν: ἐπὶ τῶν σφόδρα ἀναισθήτων. Ξυρὸς εἰς ἀκόνην. Ξύλον ἀγκύλυν οὐδέποτ’ ὀρθόν: ἐπὶ τῶν ἀδιορθώτων. Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας: ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι καὶ μὴ ἐν αὐτοῖς· ὥσπερ καὶ οἱ τὰ ἱερὰ προςάγοντες οὐ μετὰ τὸ θῦσαι βουλεύονται περὶ αὐτῶν. Οὐκ ἂν αὖθις ἀλώπηξ: λείπει τὸ ἁλώσεται· αὕτη γὰρ ἅπαξ διαφυγοῦσα τὰς πάγας, οὐ δεύτερον ἁλίσκεται. Ὄνος ἄγει μυστήρια: ἐπὶ τῶν ἀναξίως τι ἐμπεπιστευμένων. Ὄνου γνάθοι: εἰς πολυφάγον. Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τόποι δύςβατοι. Ἐπὶ τῶν ἐργώδεις εὑρεῖν τὰς διατριβὰς ποιουμένων. Οἱ μὲν γὰρ οὐκέτ’ εἰσὶν, οἱ δ’ ὄντες κακοί. Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προςήκει ἐπιδεικνυμένων τὰ ἤθη, ἢ ἐπιτηδεύματα διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δημηγορῶν καὶ τὴν οἴκοι τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα. Οἶνος, ὦ παῖδες, ἀλήθεια. Ὄνος εἰς ἄχυρα. Οὔθ’ ὕεται οὔθ’ ἡλιοῦται: ἐπὶ τῶν ἀναισθήτων. Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς ἀπὸ τῶν ἀποθανόντων δείπνοις αὐτοὺς ἐπαινεῖν, κἂν ἐτυχον ὄντες φαυλότατοι. Οἴκοθεν ὁ μάρτυρ: ἐπὶ τῶν καθ’ ἑαυτῶν φερόντων μάρτυρας. Ὄνος ἐν μελίσσαις: ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. Ὄνος λίρας ἀκούων: ἐπὶ τῶν ἀξυνέτων. Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐπέσειεν.

---

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9006.tlg001.local001/.
