# Παροιμίαι 3.31-77

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, 3.31 to 3.77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-ii-of-cyprus-patriarch-of-constantinople/text/3.31

Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον. Παρὰ κωφῷ διαλέγῃΠρὸς σῆμα μητρυιᾶς κλαίει: ἐπὶ τῶν προςποιουμένων. Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυςαλώτων. Πρὶν τοὺς ἰχθῦς λαβεῖν, τὴν ἅλμην κυκᾷς: ἐπὶ τῶν τοὺς καιροὺς προλαμβανόντων. Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί: ἐπὶ τῶν κατωφερῶν εἰς τὰ τὴς Ἀφροδίτης ἔργα. Πολλάκι μωρὸς ἀνὴρ κατακαίριον εἶπε. Πολλὰ μεταξὺ κύλικος καὶ χείλερς ἄκρου. Πλίνθον πλύνεις: ἐπὶ τῶν ἀδυνάτων. Πτωχοῦ πήρα οὐ πίμπλαται: ἐπὶ τῶν ἀπλήστων. Ποικιλότης ὕδρας: ἐπὶ τῶν δολερῶν. Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς. Πῦρ ἐπὶ δαλὸν ἐλθόν. Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι. Πρὸς κέντρα λακτίζειν. Προφάσεως δεῖται μόνον ἡ πονηρία. Πρὸ τῆς νίκης ᾄδεις ἐγκώμιον. Πολλὰ ψεύδονται ἀοιδοί. Ποταμὸς πρὸς θάλατταν ἐρίζει: ἐπὶ τῶν ἀδυνάτων. Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους. Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται. Πενίη σοφίην ἔλαχεν. Πάντα πέτρον κινήσω. Πάντα κάλων. Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας. Ῥόδιοι τὴν θυσίαν: ἐπὶ τῶν ἐν ἱεροῖς βλαςφημούντων. Ῥαχίας λαλίστερος: ἐπὶ τῶν ἀδολέσχων· ψόφον γὰρ ἀποτελεῖ βαλλομένη τοῖς κύμασιν. Ῥαδαμάνθυος κρίσις: ἡ δικαιοτάτη. Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν. Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ῥηγίνων δειλότερος. Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. Συνῆλθεν ἀτταγᾶς νουμηνίῳ. Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. Συγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις ἁμαρτανόντων. Σαρδώνιος γέλως: ὁ προςποιητὸς καὶ μὴ ἐκ χαιρούσης καρδίας. Σικελικὴ τράπεζα, καὶ, Συβαριτική. Σοφία μωροῦ: ἐπὶ τῶν ἀσύνετα λαλούντων. Σὲ δ’ οἰωνίσαιτ’ ἄν τις ἰδών: καὶ τό, Τόν δὲ ἡ νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο. Τοιοῦτον Θεμιστοκλῆς οὔποτ’ ἐνόησε: σοφίας γὰρ δόξαν οὗτος ἀπηνέγκατο. Τυφῶνος πολυπλοκώτερον. Ταντάλου τάλαντα: ἐπὶ τῶν σφοδρα πλουσίων. Τὸν Κολοφῶνα ἐπέθηκας: ἐπὶ μεγάλων πραγμάτων· καὶ ἐπὶ βεβαίου ψήφου. Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐν τῇ γλώσσῃ τοῦ μεθύοντος. Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν. Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν: ἐπὶ τῶν ἄλλων ἁμαρτόντων, ἄλλων δὲ δόντων δίκην.

---

Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg9006.tlg001.local001/.
