Ancient Greek
3.78 to 3.100
Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι 3.78-100
Not analysed yet
Τὸν ξύοντα ἀντιξύειν: ἀπὸ μεταφορᾶς τῶν ὄνων· ἀλλήλους γὰρ ἀντικνήθουσιν. Ἐπὶ ὠφελούντων ἢ ἀντιβλαπτόντων ἀλλήλους. Τοῦ Κροίσου παιδὸς σιγηλότερος. Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γίνῃ: οἱ γὰρ ἑαυτοὺς διαχειρίζοντες ἐν Θήβαις ἐτιμῶντο. Τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος ὁ Πεισιστράτου παρὰ τὴν Πυθίαν τεῖχος ᾠκοδόμησε, πολλὰ τοὺς Ἀθηναίους εἰς τἀναλώματα ἀναγκάσας. Τὸν ἐγκέφαλον κατασεσεῖσθαί μοι δοκεῖς, Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν: οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον· ὁ μὲν θεὸς ὑπέβαλεν, ὁ ἐργασάμενος δὲ ἐγώ. Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἰσχυρῶς νοσούντων. εἰώθασι γὰρ στεφανοῦν σελίνοις τὰ μνήματα. Τραγικὸς πίθηκος: ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνομένων. Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον. Ὑπὲρ ὄνου σκιᾶς: ἐπὶ τῶν ὑπὲρ μηδὲν πονούντων. Ὑπὸ παντὸς λίθου σκορπίος εὕδει: ἐπὶ κακοηθῶν. Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν: ὅμοιον τό, Ὑπερβάθμιον πόδα τείνεις. Ὑπὲρ τῶν ὅλων ἀναῤῥιπτεῖς: οἷον ὑπὲρ τῶν ὅλων ἀγωνίξῃ καὶ κινδυνεύεις. Ὑπηνέμια τίκτει: ψευδῆ καὶ ἀβέβαια. Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων. Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Ὗς ὑπὸ ῥόπαλον: ἐπὶ τῶν ἑαυτοὺς εἷς ὄλεθρον ἐμβαλλόντων. Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος: νωθροὶ γὰρ δοκοῦσι οἱ Φρύγες οἰκέται. Φρυνώνδας ἄλλος: ἐπὶ τῶν πονηρῶν. Λέγεται δὲ καὶ ἐπὶ μάγων. Χαλεπὸν χορίου κύνα γεύειν. Χρήματ’ ἀνὴρ· πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός. Χωρὶς τὰ Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. Χροῒ δῆλα: φασὶ Φερεκύδην τὸν σοφὸν φθειριάσει τελευτῆσαι, εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τούτου πυνθανόμενον προβαλόντα τὸν δάκτυλον· Χροὶ δῆλα.